Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

463. ὕπτιος γὰρ ἔπεσεν ὑπὸ τῆς ὁρμῆς τοῦ δόρατος.

465. ὑπʼ ἐκ] ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φοράν.

466. μίνυνθα δέ] δικαίως κολάζεται ὡς αἰσχροκερδὴς, δέον γὰρ τῶν ζωῶν ἅπτεσθαι.

468. πλευρὰ τά οἱ—ἐξεφαάνθη] οἱ ἑταῖροι, φησὶ, τὰ πλευρὰ ἐθεάσαντο. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. τὸ δὲ παῤ ἀσπίδος ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀσκόπως ποιεῖν.

470. ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν, καὶ πλείους δίδωσι τὰς τῶν ἀριστέων πτώσεις, καὶ τὸν πόλεμον ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτόπτης ὤν.

471. Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διὰ τὸν ἐξ αὐτῶν πεσόντα Ἐλεφήνορα.

473. Ἀνθεμίωνος υἱόν] πολλὴν πίστιν ἐπιφέρει τῷ λόγῳ ὡς αὐτόπτης ὢν, οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα θεὶς, ἀλλὰ καὶ τὴν αἰτίαν διʼ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον ἐν ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτὸν, καὶ τὴν ἡλικίαν ἣν ἔχων ἀπέθανεν, ὅτι ἠΐθεος ἦν.

476. μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶγας, Ἡρόδοτος δὲ τὰ τετράποδα πάντα.

477. οὐδὲ τοκεῦσι] διδάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ τῶν παίδων γηροκομίαν τοὺς τοκεῖς διὰ τὸ ἄδηλον.

480. πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι πρῶτον.

482. ὁ δʼ ἐν κονίῃσι] καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν.

αἴγειρος ὥς] ποιητικὴ ἡ ἀναστροφὴ, οὐ μετρική.

483. μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ λοιπὰ ἐναβρυνό- μενός φησι καὶ διώκων τὴν ἡδονήν.

484. ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμὸν γεγενημένον.

487. παράκειται τῷ ποταμῷ διὰ τὸ ὑπʼ αὐτοῦ ἐαγῆναι, ὡς τὸ [*](10. ἀσκόπως] ἀπερισκέπτως ut p. 21. * δὲ] om. 216, 8. 31. *ἄοζα] ὄζα 19. *ἐνὶ τί] ἑτεὶ 31. *ἄοζα] ὅζα)

226
“πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας εἰσφέρεται” (Il. 11, 494). τίς δὲ παραπλέων ποταμὸν οὐχ ὑπομνησθήσεται τοῦ ἔπους;

491. *Πορφυρίου. ἀδύνατόν φασιν εἶναι ἐπὶ τὸν Αἴαντα τὸ βέλος πεμφθὲν εἰς Ἰθακήσιον ἐλθεῖν· οἱ γὰρ Ἰθακήσιοι πόρρω τεταγμένοι εἰσὶ, καὶ οὐ κατὰ τοὺς Σαλαμινίους καὶ Λοκρούς. λύεται δὲ ἐκ τῆς λέξεως· ὁ γὰρ ἑταῖρος οὐ πάντως πολίτης, ἀλλὰ καὶ φίλος καὶ συμπράττων. οὕτω καὶ Πάτροκλος Ἀχιλλέως οὐ πολίτης, ἀλλʼ ἑταῖρος.

πῶς ἑταῖρον αὐτόν φησιν Ὀδυσσέως, μὴ στρατευομένων Ἰθακη- σίων πλησίον Σαλαμινίων; ἑταῖρον οὖν νῦν οὐ τὸν πολίτην, ἀλλὰ τὸν συνεργόν φησιν· τί γὰρ ἄτοπον εἰ Σαλαμίνιος ὢν ἑταῖρός ἐστιν Ὀδυσσεῖ; οἱ δὲ, ὅτι συγκέχυται ἡ μάχη. ἢ ὅτι ὁ Αἴας πάσας ἐπῄεί τὰς τάξεις βοηθῶν. καὶ που γὰρ καὶ Ὀδυσσεῖ βοηθεῖ, ὡς δηλοῖ ἡ πεδιὰς μάχη (Il. 11, 472). καὶ Μενεσθεῖ βοηθεῖ ἐν τῇ τειχομαχίᾳ (Il. 12, 370)· καὶ Μενέλαος αὐτὸν ἐπὶ Πατρόκλου προσκαλεῖται (Il. 17, 120).

492. βουβῶνα] ἐμπεφύκασι τοῖς βουβῶσι μεγάλαι ἀρτηρίαι καὶ φλέβες αἱμορραγίας ποιοῦσαι, αἳ βοηθούμεναι μὲν ἐπικίνδυνοι, ἀμε- λούμεναι δὲ θανατώδεις εἰσίν.

493. νεκρὸς δέ οἱ ἔκπεσε χειρός] ὡς ἐκεῖ “μινυνθάδιος δέ οἱ γένεθʼ ὁρμή” (466). περὶ ὃ δὲ μάλιστα ἐσπούδαζον, τούτου αὐτοὺς ὁ ποιητὴς στερῶν μᾶλλον κολάζει.

496. ἐγγὺς ἐών] ἐγγὺς τοῦ Λεύκου, καὶ τούτου ὑπερασπίζων.

497. παπτήνας] οἰκεῖον τὸ προνοητικὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ὡς Ἐλεφήνωρ· οὗτος γὰρ περιεσκόπει μὴ γυμνόν τι εἴη τοῦ σώματος. κεκάδοντο δὲ διὰ τὴν τοῦ δόρατος ὁρμὴν, οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν διαχωρισθέντες.

499. Δημοκόωντα] πρῶτος οὗτος Πριαμιδῶν ἀναιρεῖται.