Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
831. Περκωσίου] ἐν Περκώτῃ τραφέντος. τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν.
832. ἔασκε] διὰ βραχέος τοῦ ᾱ. τὰ γὰρ διὰ τοῦ σ καὶ κ παρα- γωγὰ Ἰακὰ βραχείᾳ παραλήγεται.
833. φθισήνορα] “Ἄρης γὰρ οὐδὲν τῶν κακῶν ληΐζεται.”
834. Κῆρες] οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσομένης.
836. Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρᾳκῴῳ Χερσονήσῳ.
838. τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται (II. 12, 110. 13, 384).
839. ποταμοῦ ἀπὸ Σελλήεντος. ἀναστρεπτέον τὴν πρόθεσιν.
841. Λάρισαν] ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτι- σαν· διὸ Πελασγούς φησιν, ὡς ἄνωθεν Ἕλληνας ὄντας· καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν.
844. *Πορφυρίου. μάχεσθαι δοκεῖτὸ “αὐτὰρ Θρήικας ἦγ᾿ Ἀκάμας καὶ Πείροος ἥρως” τῷ “Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε, ὃς [*](2. Καλλίμαχος] Fr. 290, ubi v. ληΐζεται] οὐδὲν pro οὐδένα correxi ex Schneiler. p. 512. Stobaeo Flor. 8, 5. Est versus 6. * Πορφυρίου] om. Sophoclis, de quo dixi ad fragm. 23. Ἄρης γὰρ οὐδὲν τῶν κακῶν 649.)
καὶ πῶς Ἰφιδάμαντα καὶ Ῥῆσόν φησιν ἄρχειν τῶν Θρμκῶν; ἀλλὰ προστέθεικεν “ὅσους Ἑλλήσποντος·” τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμας· ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε σὺν δυοκαίδεκα νηυσίν· ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν.
848. οὗτοι τοξόται, οἱ δὲ ὑπὸ Ἀστεροπαῖον δολιχεγχέες. εἰκὸς δὲ τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον.
851. Παφλαγόνων] ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσιανοὺς. ἔρχεται.
λάσιον] μεταληπτικῶς τὸ συνετόν.
852. ἐξ Ἐνετῶν] παρὰ Ἐνετοῖς πρῶτον ἡ ἡμιόνων καὶ ἵππων ἡ μῖξις ἐπενοήθη. ἀγροτεράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων.
854. ὅτι ἡ παρθένος Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ.
855. Ἐρυθίνους] ὡς Ἀκραγαντίνους. παραδηλοῖ δὲ τὴν ἣν ἔχουσι τόπου θέσιν.
856. οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης ἐζωσμένην.
862. Φρύγας] τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει. ὁ δὲ Αἰσχύλος συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσὶ Φρυγίας· ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται.
864. Μέσθλης] μέδω μέστρης Μέσθλης, ὡς φύτρη φύτλη.
867. βαρβαροφώνων] ὅτι Κρητῶν ἄποικοι ὄντες ἐκρήτωσαν τὴν [*](6. * δὲ τὸ] δὲ τὸ αὐτό 34. ἐκρήτωσαν] Sic etiam codex 25. *ἐπενοήθη] om. Lips., quod ἐκρήτισαν scribendum)
868. Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν· φθείρ γὰρ ὁ τῆς πίτυος καρπός.
869. Μαιάνδρου] ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερος.