Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
776. ἐλεόθρεπτόν τε σέλινόν] ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων.
*ἐλεόθρεπτον δὲ τὸ ἐν ἕλει τεθραμμένον.
779. φοίτων] τῇ γὰρ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι.
780. ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο] θείᾳ δυνάμει τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν.
783. Τυφωέος] φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβαλεῖν Δία τῇ Ἥρᾳ τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν ἐξειπεῖν· τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠὰ, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀποθέσθαι, ἀφʼ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δὲ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ [*](6. τῷ νώτῳ] *τὸ νῶτον 14. αἰσθόμενον] * αἰσθόμενος 8. *B δέ δ. μ. π.] om. 16. σόλωνα]* σόλον)
*Τυφὼν δὲ εἴς τῶν Γιγάντων, Τῆς ὢν υἱὸς καὶ Ταρτάρου, πολέ- μιος δὲ τοῖς θεοῖς, ὡς φησιν Ἡσίοδος (Th. 821).
787. * πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ] τῶν μεθʼ Ὅμηρον ποιητῶν πολλοί τινες τὴν αἰγίδα παραδιδόασιν ὡς ἴδιον Ἀθηνᾶς ὅπλον· διὸ καὶ πλέονα τῶν ἐπιθέτων ἀπʼ αὐτῆς τίθεται τῇ θεῷ. ὁ δὲ χρωμένην μὲν οὐδενὸς ἧσσον παρεισάγει ταύτῃ τὴν Ἀθηνᾶν, τῷ δὲ Διί φησιν αὐτὴν δοθῆναι παρὰ Ἡφαίστου σαφῶς οὕτω διὰ τῶν ἐπῶν παριστάς· “πρόσθεν δὲ κί᾿ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἡφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν,” καθὸ δὴ καὶ πυκνῶς αὐτὸν αἰγίοχον καλεῖ. ταύτην δὲ τὴν αἰγίδα παρασκευαστικὴν ὑποτίθεται τῶν λεγομένων κατὰ τοὺς ἀνέμους αἰγίδων, ἃς καταιγίδας εἰώθαμεν προσαγορεύειν. Ὅμηρος μὲν γὰρ οὕτω λέγει “ἠΰτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν, λάβρος ἐπαιγίζων.” νῦν γοῦν οὐκ ἄλλο τι, τὸ αὐτὸ δὲ τὸ “λάβρος ἐπαιγίζων” βούλεται δηλοῦν. ἔλεγον δὲ αἰγίδας τὰς νῦν καταιγίδας τῶν σφοδρῶν καὶ συνεστραμμένων πνευμάτων καὶ ἄμα καταρασσόντων, οἷόν τι καὶ ἐν τούτῳ θεωρεῖται λέγων ὁ ποιητής “ἐν, δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέι ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.” Ἀλκαῖος δέ που καὶ Σαπφὼ τὸν τοιοῦτον ἄνεμον κατώρη λέγουσιν ἀπὸ τοῦ κατωφερῆ τὴν ὁρμὴν ἔχειν· τὴν δὲ τοῦ Διὸς αἰγίδα συμβέβηκεν ὠνομάσθαι διὰ τῆς Ὁμήρου ποιήσεως ὡσαύτως τῇ κατὰ τοὺς ἀνέμους λεγομένῃ κατὰ μὲν αὐτὸν ἐκεῖνον αἰγίδι, καθʼ ἡμᾶς δὲ καταιγίδι. παρασκευαστικὴν δὲ αὐτὴν τῶν ὁμωνύμων εἰσάγεσθαι πνευμάτων, ὅτε ἐπισεισθείη κατὰ τὸ ἐναντίον. ἐπισεισθείσης γὰρ αὐτῆς καὶ καταρρηγνυμένης ἐπὶ τὴν γῆν, οὐ μόνον ἀπὸ τοῦ ψιλοῦ πνεύματος τοὺς ἐναντίους βλάπτεσθαι συμβαίνει, κονιορτοῦ δὲ πρὸς τὰς ὄψεις φερομένου παντελῶς ἐμποδίζεσθαι, οἷον “καὶ τότε δὴ Κρονίδης ἕλετ’ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δʼ ἐτίναξε, νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.” οἰκεῖα γοῦν τοῖς ἀπὸ ταύτης φερομένοις πνεύμασι καὶ τὰ παρακείμενα αὐτᾷ συνεκπεφώνηται ἐν οἷς φησιν ὅτε ἔλαβε τὴν αἰγίδα τὴν μὲν Ἴδην
778. ἐπὶ Πριάμοιο θύρῃσιν] πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου ἀκούσασι τὴν μῆνιν Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέμου, ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν.
789. πάντες] παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς.
792. ποδωκείῃσι πεποιθώς] κωμῳδῶν τοῦτό φησιν, ἢ πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων.
796. ὦ γέρον] διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι Πολίτης ἐστίν. ἄκριτοι δὲ οἱ ἀναρίθμητοι.
801. τοῦτο ταράσσουσα αὐτούς φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο.
805. τοῦτο πρῶτον· εἶτα “πολλοὶ γάρ” (803) τὴν αἰτίαν προ- θέντος τοῦ ποιητοῦ, ὡς τὸ “ἔνδον γάρ τις ἐποιχομένη” (Od. 10, 226). ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή. καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ διάφορον.
813. τὴν ἤτοι ἄνδρες] τὴν μὲν δημωδεστέραν ἀνθρώποις, τὴν δὲ ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν διά- λεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις.
816. κορυθαίολος] ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν ὁπλι- σμὸν, ἢ τὴν κόρυν κινῶν. διʼ ἐθνῶν δὲ, οὐ πόλεων, ὀνομάζει τοὺς βαρβάρους.
820. Ἀφροδίτη] ταύτης τὸ ἄγαλμα πλάττουσι κτένα φέρον, ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέσθαι, καὶ ξυρουμένων πασῶν γεγόνασιν αὐταῖς οἱ κτένες ἀχρεῖοι. εὐξαμένας δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλ- ματι κτένα φέρουσαν καὶ γένειον ἔχουσαν, διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα· ταύτην γὰρ λέγουσιν ἔφορον πάσης γενέσεως, καὶ ἀπὸ τῆς ὀσφύος καὶ ἄνω λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι ὁ Αἰνείας ὁ υἱὸς αὐτῆς, πλεύ- σας μέχρι τῆς δύσεως, μετὰ τοῦτο ἵππῳ ἐπέβη καὶ τὴν μητέρα ἐτί- μησε τοιούτῳ ἀγάλματι.
822. Ἀντήνορος υἷε] ἴσως ὑποπτεύων Αἰνείαν ὁ βασιλεὺς τούτους αὐτῷ φύλακας ἔταξεν.
824. ὑπαὶ πόδα] ἔμπροσθεν τοῦ ποδὸς, ἣν ἡμεῖς ὑπώρειαν καλοῦ- μεν.
*τουτέστιν ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης· πόδα γὰρ μετα- φορικῶς τὸ κατώτατον μέρος λέγει.
[*](13. *διάφορον] ἀδιάφορον)825. μέλαν] τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς “κυανώπιδος Ἀμφι- τρίτης” (Od. 12, 60). καὶ Καλλίμαχος “Αἴσηπον ἔχεις ἑλικώ- τατον ὕδωρ.”
827. Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας· ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν, τοὺς δὲ οἰκήτορας Τρῶας.
*Πορφυρίου. τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν] τοῦτο μάχεσθαι δοκεῖ τῷ “αὐτίκʼ ἐσύλα τόξον ἐύξοον ἰξάλου αἰγὸς ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοισι τυχήσας” (Il. 4, 105)· δηλοῖ γὰρ ἐκεῖ Πάνδαρον ἑαυτῷ πεποιηκέναι τὸ τόξον. λύοιτο δʼ ἂν καὶ λέξει καὶ ἔθει, λέξει μὲν οὕτως, τὸ γὰρ “ὧ καὶ τόξον αὐτὸς ἔδωκεν” δύναται ἐπὶ τὴν τοξικὴν μεταφέρεσθαι· ἔθει δὲ, ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
Πάνδαρος] τὴν τοξείαν μετωνυμικῶς. προσυνίστησι δὲ αὐτὸν κατὰ Μενελάου. τὰς δὲ εἰς ἄκρον εὐεξίας θεοῖς ἀνατίθησιν ὁ ποιητής.
*λύεται δὲ καὶ τῷ ἔθει. ὅτι εἰθίσμεθα οὐχ ἓν ἔχειν ὅπλον, καὶ μάλιστα οἱ περί τινα τέχνην ἐσπουδακότες.
829. Πιτύειαν] διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων.
830. λινοθώρηξ σφενδονήτης ἢ τοξότης.