Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
272. πῶς εἰπὼν αὐτοὺς γεγελακέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ Θερσίτου περιῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσσεύς. ἄλλως τε προοικονο- μεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου διὰ τοῦ “οὔ θήν μιν πάλιν αὖτις ἀγήσει θυμὸς ἀγήνωρ” (276).
*διὰ τί ἐπὶ τῷ Θερσίτῃ πληγὰς λαβόντι καὶ γελοίως δακρύ- σαντι, καὶ τοὺς Ἕλληνας, καίπερ ἐφʼ οἷς ἐπεπόνθεισαν ὑπὸ τοῦ Ἀγαμέμνονος λελυπημένους, γελάσαι ποιήσας ἐπὶ τῷ Θερσίτῃ αἰ- σχρῶς δακρύοντι, οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν “οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν,” ἀλλὰ καὶ προστίθησι καὶ λόγους λεγομένους τοιούτους· “ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε, βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” καὶ τὰ ἑξῆς; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι τοιοῦτον διασύροντας καὶ ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιη- τὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγους ὡς λεγομένους τοιούτους ἀνακειμένου τῷ πλήθει ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατεξανίστασθαι τοὺς φαύλους τῶν κρειττόνων, καὶ νομίζειν αὑτοῖς ἐξουσίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριστοῦ καὶ ἐπεσ- βόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἀλλὰ δὴ καὶ ἄλλο τι προσοι- κονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν, ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνατέ- θεικε τῇ τότε παιδεύσει, καὶ προεῖπεν ἡμῖν τοῦτο τῷ παντὶ πλήθει χρησάμενος κήρυκι τοῦ μέλλοντος, διʼ ὧν ἔφη “οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.” εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, [*](2. περισπᾶται—παροφύνεται] Hoc 11. * αὗτις—ἀγήνωρ] om. est προπερισπᾶται—προπαροφύνεται. 14. ποιήσας Vill.] om. 8. *περιῄρηται (vel παρῄρηται)] 31. κήρυκι Vill.] κήρυκί τε περιαιρεῖται)
273. βουλάς τʼ ἐξάρχων] οὕτως φησὶν Ἴων ὅτι “βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται.” τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν.
275. λωβητῆρα] τὸν ψεύστην, ἢ τὸν λωβηθέντα. ἀγοράων δὲ ὡς συνεχῶς αὐτοῦ παρρησιαζομένου. ἐπεσβόλον δὲ ὡς ἐγχέσπαλον, ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. σημειοῦνται δέ τινες τὸ λωβητῆρα καὶ ἐπεσβόλον, ὅτι ἔν ἐστιν ἐξ ἀμφοτέρων. τὸ μὲν οὖν πάλιν τὸ ἐκ τοὐπίσω δηλοῖ. τὸ δὲ αὖτις χρονικόν ἐστιν.
278. ἀνὰ δʼ ὁ] ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου, τινὲς δὲ χωρὶς, κακῶς.
279. πρὸς τὸ σχῆμα. ψῆφον λαβὼν παρὰ τοῦ πλήθους ἀνίστα- ται, παρῆλθε δὲ καὶ Ἀθήνη πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως ἡσύχασαν, σῦς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως νοήσωσι καὶ σιωπή- σωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Il. 3, [*](3. ἠπείλητο Vill.] ἠπειλεῖτο 30. *ὄντος—ὁ μὲν] ὄντος ἔδει 9. μεθʼ addidit Vill. γεγωνότερον βοᾶν. ὁ μὲν 15. *ἐπεξεργάζεται] ἐπεργάζεται)
284. Ἀτρείδη, νῦν δή σε] ἀντὶ τοῦ γάρ. ἔθος δὲ τῷ ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ “πολλοὶ γὰρ τεθνᾶσι” (Il. 7, 328) καὶ “νῦν γὰρ καὶ πόνος ἐστί.” τὸ δὲ θέλουσιν, ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαιρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν πεῖραν. εἰ γὰρ ἐπονείδιστοί εἰσι φεύγοντες, πῶς ἂν αὐτοὺς προτρέποιτο φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ μόνοις Ἕλλησιν εἰπεῖν. ἐντέχνως δὲ κατʼ αὐτῶν πρὸς αὐτὸν λέγει, ὡς συναχθόμενος αὐτῷ. πικρὸν δὲ ἦν τὸ φάναι ἐπονείδιστον ὦ Ἀχαιοὶ ποιήσετε τὸν βασιλέα. κἀκεῖνο δὲ πικρόν, τὸ ὡς νήπιοι παῖδες ἢ ὡς κόραι ἀποδύρεσθε. ἄμα δὲ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος.
286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν] τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους· καὶ γοῦν Ἰδομενεύς φησιν “ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα” (Il 4, 266).
289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λα- βόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.
291. πόνος ἐστίν] πολὺς μὲν οὖν ἐστὶν ὁ πόνος, ὥστε λοιπὸν ἀκη- διάσαντα ἀνιᾶσθαι. ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως [*](1. * ἔτι] om. 17. *ἀποδύρεσθε] ἀποδύρεσθαι 2. *Νέστωρ ἤδη] om. 25. *εὐθὺς] εὐθὺ 4. *ἐνείκεον εἵνεκα ποινῆς] om. 27. ἀγεννές] ἀγενές cum rasura 5. *καὶ ψόγου, ὡς] καὶ et ὡς om. ante ν. 13. *τῷ] τὸ 28. ἴδιον μαλακὸν] * ἰδιομόλακον 14. *εἰπεῖν] om.)
292. καὶ γάρ τις] καλῶς τὴν συγγνώμην τῇ ἐπιτιμήσει ἀνίησι· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι διὰ τούτων τοῦ μένειν αὐτοὺς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτους καὶ ὀφθῆναι διὰ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ καὶ ἐπάγει “αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.” ἀναγκαίως δὲ ἐνδίδωσιν, ὅπως μικρὰ θεραπευθέντες μεγάλα χαρίσωνται.
ἀπὸ ἧς ἀλόχοιο] τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνελόπης προ- ανακρούεται στοργήν. ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται, οὐ μόνον δὲ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ τυγχάνωσιν.
294, 295. τὸ δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, καὶ τὴν τοῦ ὡρισμένον χρόνου συμπλήρωσιν. περιτροπέων δὲ ἀντὶ τοῦ τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος.
296. μιμνόντεσσι] ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ ἐνῆν αὐτῷ φάναι καὶ τό μαρναμένοισιν.
298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι] ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ὑποστρέφειν ἄπρακτον. τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλπίδα.
299. τλῆτε φίλοι] καταμαλάξας τὸ πλῆθος πρότερον νῦν ἀπο- στρέφει πρὸς αὐτοὺς τὸν λόγον, καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ.
300. ἢ ἐτεὸν Κάλχας] δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, Ποσειδῶν καὶ Ἀθηνᾶ καθ᾿ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος (Il. 13, 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοση- μίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. ἄκρως δὲ κατη- γορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρα- τεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται.
302. κῆρες] αἱ τοῦ λοιμοῦ κῆρες. ὁ δὲ Ζηνόδοτος μάρτυρές φησιν, Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρτυρος. πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων.
303. χθιζά τε καὶ πρώϊζ᾿] τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν ἐπερχόμενον ὡς μηδὲν ἡγήσωνται.
305. * “ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμούς” μέχρι τοῦ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν” (329). περὶ τού- των τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα. διὰ τί ὁ Κάλχας, εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας; τί γὰρ ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι, ἢ τούτους ὀκτὼ εἶναι; περὶ δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα, εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν. οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν· καὶ εἰ μή τις ἔλεγε, καὶ τότε ἀξίως ἔλεγε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἂν εἴη τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς ἀπολιθώσεως τοῦ δράκοντος, διὸ οὐδʼ ἐποίησε λέγοντα· οὔτε γὰρ πάντες ἄνοστοι ἐγένοντο, γελοῖός τʼ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ, ἀλλὰ πλεῖν προτρεπόμενος σὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μή- ποτʼ οὖν, φησὶ, τὸ σημεῖον, τὸ λίθον γενέσθαι, βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτʼ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθʼ Ὅμηρον γράψαντες τὴν μὲν νεοττιὰν, ὡς ἂν ἐπʼ ἄκρων τῆς πλατάνου κειμένην τῶν κλάδων οὖσαν ἐνάερον, εἰλῆφθαί φασι πρὸς τὴν ἠνεμόεσσαν πόλιν· τοὺς δʼ ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ ἐπίκουροι πολλέων ἐκ πολίων κατῴκουν τὴν πόλιν. πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι᾿ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρου- θούς. ἐδήλου οὖν διότι πολὺς στρατὸς πορείαν ποιησάμενος διαπόντιον, νηίτης περάσας, διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν. ἐπίγειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πορείαν ἐδήλου, εἶτʼ ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν ἠνεμόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα [*](3. ἠπόρησεν] ἠπορ hic et infra locis plerisque. 8. ἔλεγε τοῦτο Vill.] ἔλ, τοῦτο. 30. εὐθαλείας] εὐθα, ut incertum ἔλεξε τοῦτο Cobetus. Verba prox- it utrum εὐθαλείας voluerit an ima vel corrupta sunt vel defecta. εὐθαλίας. De utraque scriptura v. 13. οὖς Bekkerus] om. Thess. vol. 3 p. 2265. 19. νεοττιὰν Bekkerus] νεοττείαν)
ἀμφὶ περί] οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανεν. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυσιῶν ἔν τε ἱερῷ τόπῳ γέγονεν.
307. μόνον οὐχὶ καὶ χρώμασιν ἡμῖν τὸν λόγον ἐσήμανε. καὶ τὸ παραρρέον δὲ ὕδωρ φησί. διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ ὠλεσικάρπους τὰς ἰτέας φησίν (Od. 10, 510).
308. ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος· ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν