Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

241. οὐκ Ἀχιλῆι χόλος] οὕτω τὴν ἐκ χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας φησίν.

243. Ἀγαμέμνονα ποιμένα λαῶν] μεθʼ ὑποκρίσεως ἀντιπαρέθηκε τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. διὰ τοῦτο οὖν ἠθικὴ ἡ ἀνάγνωσις ἔσται.

244. τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς] μεταξὺ τοῦ αὐτὸν λέγειν παρέστη καὶ αὐτός. ἀναφέρεται δὲ τοῦτο ἐπὶ τὸ “ὃν δʼ εὖ δήμου ἄνδρα ἴδοι βοόωντα” (198). οὐκοῦν οὐ τῶν βασιλέων Θερσί- της· βασιλικῶς δὲ ὑπερφρονεῖ οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοῦ Ἀγαμέμνονος· φασὶ δὲ καὶ τὸν Ἀλεξάνδρου κύνα μικρὸν ὄντα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ σῦς δὲ καὶ λέοντας ὁρμᾶν. οἷον καὶ τοῦτον ἐλέγχει. ἐνεχυριάζει δὲ διʼ αὐτοῦ καὶ τὴν τῶν λοιπῶν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ νεῖκος.

245. * ἠνίπαπε] ἐκ τοῦ ἐνίπτω τὸ ἐπιπλήσσω. τοῦτο ἐκ τοῦ ἐνέπω τὸ λέγω· κυρίως γὰρ τὸ διὰ λόγων ἐπιπλήσσειν. ἐνίπτω γοῦν ἐνίψω, ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἠνίπαπα, ἐξ οὗ καὶ ἐνιπή, ὡς τὸ “μάλα πώς με καθίκετο θυμὸν ἐνιπή” (Il. 14, 104).

246. ἀκριτόμυθε, λιγύς] μετʼ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ, ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπὲς, πρὸς τὴν τῶν εἰρημένων κατάγνωσιν.

248. χερειότερον] ὡς μειζότερον καὶ βελτιώτερον.

250. ἀνὰ στόμʼ ἔχων ἀγορεύοις] διὰ συνεχοῦς μνήμης, ἢ ἀντὶ [*](27–30. Haec maximam partem 29. ἠνίπαπα] ἠνίπα ex Etym. M. p. 431, 52.)

109
σκήπτρου τὸ στόμα ἀνέχων. ἀγορεύοις δὲ, ὀνομαστὶ περιφέροις, ἢ ὑβρίζοις.

251. νόστον τε φυλάσσοις] τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρα- τηροῖς.

252. οὐδέ τί πω σάφα ἴδμεν] ἐντέχνως πάνυ, ὡς πρὸς τὸν Θερ- σίτην λέγων, πρὸς τοὺς Ἕλληνας ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης, στοχαζομένῳ τὸ πλῆθος. φησὶν οὖν ὡς οὐκ ἴσασιν εἰ ἐπʼ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται. ἀδήλου δὲ ὄντος τοῦ νόστου, σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει.

254, 255. ἀθετοῦνται ὡς περιττοὶ οὗτοι οἱ δύο. ἔχουσι δέ τι καὶ ψεῦδος. πάντων γὰρ καθεσθέντων ἐκεῖσε μόνος Θερσίτης ἀκοσμεῖ· ἐνταῦθα δὲ ὡς περὶ καθημένου λέγει. ἢ τὸ ἧσαι ἀντὶ τοῦ προεδρεύεις καὶ προηγῇ τῆς ὕβρεως.

255. ὅτι οἱ] τοῦτο ἐν μιᾷ προενεκτέον ὀξείᾳ· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἀντω- νυμία ἐπιφέροιτο διὰ τοῦ σφ, σεσημειωμένου τοῦ “ἔνθ᾿ ἔσάν οἱ πέπλοι” (Od. 15, 105).

258. ὁ μὲν Ἀρίσταρχος εἰ δέ τί σε, ὁ δὲ Ζηνόδοτος εἴ κʼ ἔτι, ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε κιχήσομαι ὡς τὸ πάρος περ· ἡ δὲ Μασσαλιωτικὴ ὕστερον αὖτις· ἡ δὲ κατὰ Φιλήμονα ἐν Δαναοῖσιν.

259. Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη] οἱ γὰρ πολέμιοι δειροτομοῦσιν σὓς λήψονται, ὡς τὸ “ἵν᾿ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι” (Il. 17, 126) καὶ “σὺν σφῇσι κεφαλῇσιν” (Il. 4, 162).

260. μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. ἅμα δὲ καὶ τοῖς Ἕλλησιν ἐμφαίνει ὅτι καὶ αὐτὸς υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπʼ αὐτόν. προσυνί- στησι δὲ καὶ τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής.

262. αἰδῶ] ἢ τὴν τοῦ ὅλου σώματος, ἢ τὴν τῶν μορίων· ὅπερ καὶ ἄμεινον.

[*](6, * ἀποτείνεται] ἀποφαίνεται 9. *παρὰ τῶν Ἑλλήνων] om. 7. τὸ πλῆθος] *τοῦ πλήθους 17. *διὰ—πέπλοι] om. *εὶ ἐνʼ ἀγαθῷ — ἔσται] μὴ ἐπʼ 20. ὃ Vill.] ὃν ἀγαθὸν—ἔσεσθαι)
110

264. πεπληγὼς] τινὲς πεπληγὼν, ὡς τὸ “πέπληγον δὲ χορὸν ποσσίν” (Od. 8, 264). ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων.

266. πλῆξεν] πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ; ἀλλʼ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μεί- ζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειραν διὰ τῆς ἀπειλῆς ποιεῖ, ὅπως οἱ πολλοὶ ἐπισχεθῶσι διʼ αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺς βουλομένους ταῦτα οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτὸν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος, ὑγιὴς δὲ βασάνοις ἢ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ τῇ μεθʼ ὅρκων ἀπειλῇ.

*Πορφυρίου. ἐναντίον ἐστὶ τὸ εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι (258) τῷ ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξεν· μεταξὺ γὰρ οὐχ ὑπερβαλλόμενος αὐτὸν παίει. λύοιτο δὲ τῇ λέξει· προεῖπε γὰρ “εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω” καὶ γυμνὸν αἰκιοῦμαι, ὧν οὐδὲν φαίνεται δρῶν τὰ νῦν.

ἰδνώθη] ἀνεκλάσθη, ὅπως τέλειον προκύψῃ τὸ κυρτόν. θαλερὸν δὲ τὸ ἔνικμον, ἀπὸ τῆς τῶν φυτῶν μεταφορᾶς. τινὲς δὲ γράφουσιν ἔκφυγε δάκρυ, διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν.

267. σμῶδιξ—ἐξυπανέστη] σμῶδιξ καλεῖται τὸ ἐκ πληγῆς οἴδη- μα, παρὰ τὸ σμῶξαι· οὕτω γὰρ ἔλεγον Ἴωνες τὸ πατάξαι. ἐμφαν- τικῶς δὲ πυκνὰς τὰς προθέσεις ἔλαβεν ἐν τῷ ἐξυπανέστη ὡς ἐν τῷ ὑπεξαναδύς (Il. 13, 352)· καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ τῆς ἔξ τὴν εἰς εὐθὺ, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέ- χοντος τοῦ αἵματος κατʼ ὀλίγον ἔξω διῆρεν.

268. ἕζετο] δηλοῖ ὅτι νῦν καθέζεται. μάτην οὖν ἄρα ἔλεγε τὸ ἧσαι ὀνειδίζων (255) ὄπισθεν.

269. ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι διαγράφει βλέμμα. ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ “ἀχρεῖον δʼ ἐγέλασσεν.” ἢ τὸ πρόσωπον ἀμορφώσας, “ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπʼ ὀμμάτων [*](5. *σωφρονιζόμενος] σωφρονιζό- 27. ἔξω διῆρεν] ἐξῴδηκεν μενον 32. ὡς—] Versus, ut videtur 14. * Πορφυρίου] om. Euripidei. 19. τέλειον] *πλεῖον μὴ] *καὶ 23. * παρὰ—πατάξαι] om.)

111
κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν.” ἄκρως δὲ τὸ τῶν θρασυδείλων εὐτελὲς κωμῳδεῖ. τὸ δὲ ἀχρεῖον παρὰ μὲν τῷ ποιητῇ περισπᾶται, παρὰ δὲ Ἀττικοῖς παροξύνεται.

δάκρυ] δάκρυον, ἀποκοπῇ τοῦ ον. ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι ἔρον. στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής.