Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

19. Ἰδαίων ὀρέων] ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαρ- γάρου καὶ Φαλάκρας, ἢ ἀντὶ τοῦ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησί.

22. βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.

23. οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν· ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησίν; ἢ καὶ τοῦτο πρὸς αὔξησιν τοῦ πάθους.

25. * Πορφυρίου. ἄλογον τοὺς μὲν ἀνθρώπους μιᾷ ἡμέρᾳ τὸ τεῖ- χος, τοὺς δὲ θεοὺς ἐννέα ἡμέραις καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆς λέξεως [*](3. ἔμπεδον Vill.] ἔμπεδος 5. ἔσαν] ἦσαν 33. * Πορφυρίου] om.)

493
λύουσι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτως λέγουσι λέγειν Ὅμηρον. οἱ δὲ δασύνουσιν, ἵνα ὃν ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τότε βουλό- μενος παντάπασιν ἐξαλεῖψαι τὸ τεῖχος πλασθὲν ὑπʼ αὐτοῦ, τοσοῦτον χρόνον ἐποίησε τῆς καθαιρέσεως. οἱ δὲ ἀπὸ τοῦ προσώπου· οὐ γὰρ πρέπει τοὺς ἀριστέας εἰσάγειν τειχοδομοῦντας ἐν πολλαῖς ἡμέραις, ἀπρεπεστέρας οὔσης τῆς ὑπηρεσίας.

*Πορφυρίου. διὰ τί τὸ τεῖχος οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίη- σαν, ὁ δὲ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ἐννέα ἡμέραις κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίως τοὺς ἀνθρώπους ποιῆσαι, τὸ δὲ ῥᾷον τὸ καταβαλεῖν τοῦ οἰκοδομῆσαι τοὺς θεοὺς μόλις. ῥητέον δὲ, οὐκ εἰς τὸ καταβαλεῖν ταῖς ἐννέα ἡμέραις κέχρηται, ἀλλʼ εἰς τὸ ἁλίπλοα γενέσθαι καὶ τὰ θεμέλια καὶ εἰς τὴν θάλασσαν κατενεχθῆ- ναι “ φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοί,” καὶ ἔτι λειῶ- σαί τε τὸν τόπον καὶ “αὖθις δʼ ἠῖόνα μεγάλην ψαμάθοισι καλύψαι.” οὐ μὴν τὰ πρὸς τὸ καταβαλεῖν συνηρτημένα εἰς τὸ τέλειον τοῦ ἀφανισμοῦ καὶ τῆς ἠῖόνος τὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲς τοὺς ἀριστέας ποιῆσαι λιθοφοροῦντας· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπής· τοῖς γὰρ ποταμοῖς καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχος. Καλλίστρατος δὲ ἠξίου ἓν δʼ ἦμαρ ἐς τεῖχος γράφειν, δασύνοντας τὸ ἓν, ἐπεὶ μηδέποτε καθʼ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴς εἴρηκεν, ἀλλὰ πάντως ἐπάγων τὴν δεκάτην. “ἐννῆμαρ μὲν ἀνὰ στρατὸν, τῇ δεκάτῃ τε” (Il. 1, 53).

27. τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων.

*οἶμαι δʼ ἔγωγε καὶ τὸ Ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆ- σθαι Ποσειδῶνος, ἀλλʼ ὑπὸ ὑετοῦ δαψιλοῦς γενομένου καὶ τῶν ἀπʼ Ἴδης ποταμῶν πλημμυοάντων συνέβη καταρριφθῆναι· ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προσταίη, Ποσειδῶν, εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δὲ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν [*](7. *Πορφυρίου] om. 26. πρὸς καιρὸν ex Heraclito] 9. τὸ μέν Vill.] τὸ μἐν γὰρ πρύσκαιρον 10. ῥᾷον Bekk.] ῥᾀδιον 27. ὑπὸ] ὡς Heraclitus 26—p. 494, 11. Haec ex Hera- 29. καταρριφθῆναι] Apud Hera- clito cap. 38 p. 77 transcripta. clitum και ερειφθῆναι vel καταρριφῆναι)

494
παθημάτων ἐπιγραφόμενος. ἀμέλει καί φησιν ὁ ποιητὴς “αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν.”

*δοκεῖ μοι λεπτῶς ἐξετάζοντι μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλο- σόφητον εἶναι, διʼ ἧς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους· τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυ- σικοὶ λέγουσιν εἶναι, καί τινας ἰδίους χαρακτῆρας ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγο- ρεύοντες. τριπλαῖς οὖν καθώπλισεν αἰχμαῖς τὸν τῶν σεισμῶν σἴτιον θεόν. ἀμέλει πρὸς βραχὺ κινηθέντων αὐτῶν τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη” (Il. 13, 18), τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διαση- μήναντος ἡμῖν.

ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφʼ ἑαυτὸν ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν.

29. τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. μογέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες.

36. στικτέον εἰς τὸ δούρατα, καὶ τὴν κατά ἐκδεκτέον.

37. μάστιγα Διὸς τὸν κεραυνόν φησι· προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων.