Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς φυλαδόν κατὰ φυλὰς, οἷον οὐ καθ᾿ ἕνα ἄνδρα, ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή.

3, 4. οὐδʼ ἄρʼ ἔμελλεν τάφρος] τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχομαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν τειχοποιίαν, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ· τειχομαχίᾳ. ἐπὶ οὖν τοῦ Τρωῖκοῦ τείχους τοῦτο ἀμήχανον (θεοποίη- τον γὰρ ἦν)· ἐπτὶ δὲ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ [*](4. *τοῦ βελουλκεῖν] τὸ βελουλκεῖν 17. *αἵματος] τραύματος 7. * μαχαίρᾳ] μαχαίρῃ 25. * ὅλων] ὁμοῦ)

490
ἠφάνισεν αὐτὸ, τὸν ἔλεγχον συναφανίζων. τῆς δὲ ἀφανείας αἰτίαν ἀπέδωκε τὸ μηνῖσαι θεοὺς θυσιῶν μὴ τυχόντας ἐπʼ αὐτῷ.

5. ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμέν “περὶ τοῦτον οἰκῶ τὸν τόπον,ʼ τὴν πλησίον δηλοῦντες σχέσιν.

6. ἤλασαν] ἐξέτειναν, ἀπὸ μεταφορᾶς τῶν σιδήρων.

7. διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον καὶ αὐτούς. δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον· διὰ γὰρ τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται.

9. ἔμπεδον] οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος καὶ Ἕκτορος· ἀλλʼ ἀντὶ τοῦ ἐν τῷ πεδίῳ τὰ θεμέλια ἔχον.

12. * Πορφυρίου. διὰ τί σχεδὸν ὅλου καταλυθέντος τοῦ τείχους ἐν τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Σαρπηδόνος, “Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν —τεῖχος ἐγυμνώθη” (397—399), μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνος “προπάροιθε δὲ Φοῖβος Ἀπόλλων καπέτοιο βαθείης, ποσὶν ἐρείπων ἐς μέσον κατέβαλε, γεφύρωσε δὲ κέλευθον” (Il. 15, 355— 357). καὶ μετʼ ὀλίγον πάλιν (361—366) “ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλʼ ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης· ὥς ῥα σὺ, ἤῖε Φοῖβε, πολὺν κάματον καὶ ὀῖζὺν σύγχεας Ἀργείων.” πῶς οὖν πεπτωκότος τοῦ μέρους τοῦ τείχους φησὶν ὁ ποιητὴς “ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν·” ὅτε δὲ, φησὶν, ἑάλω ἡ πόλις “ Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι;” ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καὶ νῦν σημαίνει ἡ λέξις, ἀλλὰ κυρίως τὸ ἐν τῷ πεδίῳ· καὶ πεπτωκὸς δὲ τὸ τεῖχρς ἐν τῷ πεδίῳ ἔκειτο. οὐκ εἰς πτῶσιν οὖν τινὰ ἡ ἀναβολὴ, ἀλλʼ εἴς τε τὴν τοῦ παντὸς πτῶσιν καὶ εἰς τὴν ἐκ τοῦ πεδίου ἐκβολήν· τὸ γὰρ ἐπάγγελμα “ ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη” (26) καὶ “πάντα θεμείλια κύμασι πέμπε” (28) “λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, αὖτις δʼ ἠῖόνα μεγάλην ψαμάθοισι κάλυψε, τεῖχος ἀμαλδύνας” (30— 32). ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχος, ὅπερ ἐστὶν ἀφανίσαι ἐκ τοῦ τόπου ἐν ἦν τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον σημαίνοι τὸ ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ ἐν πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατος (13) ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπὼν “ὄφρ ἔμπεδα πάντα φύωνται” ἀντὶ τοῦ ἐν πεδίῳ καὶ τῇ γῇ κείμενα.

[*](11. *Πορφυρίου] om.)
491

* Πορφυρίου. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην—ἔμπεδον ἦεν. ἀπορίαν εἰκότως παρέσχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν ὁ ποιητὴς ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφʼ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺς, ἡ δὲ τοῦ Πριάμου πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου συνε- στῶτος καὶ Ἀχιλλέως μηνίοντος, Ἕκτορος δὲ περιόντος καὶ ἀριστεύ- οντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατηρείφθη καὶ διο- δεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. φησὶ γὰρ ἐπὶ μὲν Σαρπηδόνος (397) “Σαρπηδὼν δʼ ἄρ ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα διαμπερές· αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον” ἐκὶ δὲ τοῦ Ἕκτορος (452) “ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας, εὖ διαβὰς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιροὺς, πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον· οὐδʼ ἂρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλῃ, λαὸς ὑπαὶ ῥιπῆς, ὁ δʼ ἄρ ἔσθορε φαίδιμος Ἕκτωρ, κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατʼ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας” ἐπὶ δὲ τοῦ Ἀπόλλωνος καὶ τῶν Τρώων (15, 360) “τῇ ῥʼ οἵγε προχέοντο —θαλάσσης ἢ ἀθύρματα νηπιέῃσιν, ἄψ αὖτις—σύγχεας Ἀργείων.” οἱ δὲ Πανέλληνες τοῖς γεγενημένοις μαρτυροῦντές φασι συμφώνως “ τεῖχος μὲν γὰρ δὴ κατήριπεν-ἀλίαστον ἔχουσι.” τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπὸ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενη- κέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν οὖν γραμ- ματικοὶ κατὰ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ, κἂν ἐκ μέρους πάθῃ, οὕτʼ ἔμπεδά ἐστιν οὕτʼ ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν [*](1. *Πορφυρίου] om. tum codice Veneto Aab alia mauu Scholion hoc paullo aliter scrip- illatum vol. 1 p. 413, 29.)

492
ἔμπεδος ἀμφορεὺς, ἀλλʼ ὄστρακον· καὶ τεῖχος ὃ μηκέθʼ οἷον φυλάσσειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀρηρὸς, οὐδέ ἐστιν ὅμοιον τῷ “οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι' (Il. 10, 93)ʼ οὐδὲ τῷ “τοὶ δʼ ἂρ ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν” (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν τὸ ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αὖθις ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε στόματʼ ἔτραπε —συνεχὲς, ὄφρα — μογέοντες Ἀχαιοὶ, λεῖα δʼ ἐποίησε παρʼ ἀγάρροον Ἑλλήσποντον” (24—30)· ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατός φησιν εἰς θάλασσαν ἐξενεχθῆ- ναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδʼ ὅτε Ξάνθος ἐπλημμύρει κατʼ Ἀχιλλέως. καὶ τὸ κατὰ μετα- φορὰν δʼ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος καθʼ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰς θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.

15. ἐπεὶ εἰς τὸν Ἕκτορος θάνατον μέλλει τελευτᾶν ἡ ποίησις, ἵνα μὴ οἰηθείη τις ἐπικρατέστερα εἶναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη, ἵνα μὴ ἀτελεσφορήτους Ἕλληνας ἐάσῃ.