Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

703. ἐπέων] δείκνυσιν ὅτι οὐ μόνον τοὺς ἵππους ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν ἐβλασφήμει ἐν τῇ ἀφαιρέσει.

708. εἰς τὸ ὁμῶς ὀλίγη διαστολή.

711. Θρυόεσσαν λέγει, ἣν καὶ Θρύον εἶπεν, Ἀλφειοῖο πόρον (Il. 2, 592). αἱ περιγραφαὶ δὲ προσεκτικοὺς ἀπεργάζονται τοὺς ἀκροατάς. ἔστι δὲ ὅριον ἔσχατον, ὁρίζον Πύλον καὶ Ἦλιν.

715. ἄγγελος ἦλθε] οὖ πεμφθεῖσα ὑπό τινος, ἀλλʼ ἀφʼ ἑαυτῆς. ἧκε δὲ, ὅτι τότε μὲν πρὸς ἀγροίκους ἦν ἡ μάχη, νῦν δὲ πρὸς ἐμπείρους πολέμου.

717. οὐδέ με Νηλεύς] τεχνικῶς τῷ παραδείγματι διδάσκει Πά- τροκλον, εἰ καὶ Ἀχιλλεὺς αὐτὸν εἴργει, λαθόντα προελθεῖν εἰς μάχην.

719. οὐ γάρ πω] καὶ πῶς πρότερον ἐνίκησεν; ὅτι πρὸς ἀπείρους ἦν ἡ μάχη, τὰ δὲ νῦν πρὸς ἐπιστήμονας.

721. καὶ πεζός περ ἐών] καὶ τοῦτο πρὸς ἔλεγχον Ἀχιλλέως τοῦ θαυμαστὸν ἱππικὸν ἔχοντος.

725. τὸ πολύαρχον καινίζει τὴν ἀκρόασιν, καὶ τὸ ὁμοειδὲς ἀπο- κόπτει, καὶ σαφήνειαν προβάλλει, καὶ ἀνάπαυλαν τῇ ἀκοῇ καὶ προσοχὴν ἐμποιεῖ, παραδιδοῦσα μὲν τῇ μνήμῃ τὰ εἰρημένα, τοῖς δὲ ἑξῆς προσέχειν ἐξ ἀρχῆς ἀναγκάζουσα.