Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

677. ἤλιθα πολλήν] λίαν ἠθροισμένην· ἐξ οὗ καὶ ἠλίθιος ὁ παχὺς τὸν νοῦν καὶ μὴ ἀκριβής. ἢ παρὰ τὸ ἀλίσαι, ὅ ἐστιν ἀθροῖσαι.

678. πεντήκοντα βοῶν ἀγέλας] αἰδήμων ὁ Πάτροκλος· ἐπειγό- μενος γὰρ ἀνέχεται μακρολογοῦντος τοῦ γέροντος. οἰκονομικῶς δὲ πέπλασται ἡ μακρολογία, ἵνα Εὐρύπυλος ἐκ τῆς μάχης φθάσας ἐλθεῖν περιτύχῃ Πατρόκλῳ καὶ θεραπευθῇ.

686. χρέως] δάνειον· οἷς γὰρ οἱ ὀφείλοντες καταβάλλουσι, καὶ οἱ ἀδίκως λαμβάνοντες καταβάλλειν ὀφείλουσιν.

*δίῃ] δίη ὠνομάσθη ἀπὸ τοῦ τιμᾶσθαι παρʼ αὐτῇ τὸν Δία, οὗ καὶ πανήγυρις. τριετῆ γὰρ χρόνον ἤγετο τὰ Ὀλύμπια, ἔνθα καὶ ἡγωνιζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες.

688. ∗Ἐπειοί] Ἠλεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως. οὕτως· Ποσει- δῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειὸς, ἀφʼ οὗ Ἠπειοὶ, ὥς φησιν Ἀριστο- τέλης ἐν τῷ πέπλῳ.

εἰς τὸ ὄφελλον ὑποστιγμὴν δεῖ γράφειν, εἰς δὲ τὸ ἦμεν τελείαν· εἶτα λέγει τὸ ὁπόθεν κεκακωμένοι. ἐὰν δὲ εἰς τὸ ὄφελλον στίξωμεν, ὁ ἑξῆς στίχος κατʼ ἰδίαν ἀναπεφώνηται, καὶ τὸ ὡς ἀντὶ τοῦ οὕτως.

690. φασὶ τῶν Θηβαίων διαφερομένων τοῖς Ὀρχομενίοις καὶ πολεμούντων αὐτοῖς, οἱ Πύλιοι ὡς οἰκείοις συνηγωνίζοντο· ὅθεν Ἡρα- κλῆς ὀργισθεὶς τοὺς Πυλίους ἐπολιόρκησεν.

692. δώδεκα γὰρ Νηλῆος ἐκ Νηλέως τοῦ Τυροῦς καὶ Ποσειδῶνος καὶ ἐκ λλώριδος τῆς Ἀμφίονος καὶ Νιόβης γίνονται παῖδες οἵδε, Περικλύμενος, Πεισίστρατος, Ἄλκιμος, ψήνωρ, Πυλαιμένης, Λυσίμαχος, Ἱπποκόων, Πεισήνωρ, Ἱππόλοχος, Ἀγησίλαος, Λύσιπ- πος καὶ Νέστωρ· οὗτος δὲ γαμεῖ Μνησιόχην τὴν Ἀμφιδάμαντος, ἐξ ἧς καὶ αὐτὸς γεννᾷ παῖδας ἑπτά.

699. δύο ἦσαν συνωρίδες, ἵνα εἰ ἡ ἑτέρα πάθοι, ἡ ἑτέρα ἀγω- νίζοιτο· ἄμφω δὲ πρὸς μίαν νίκην. οἱ γὰρ ἥρωες οὐδέποτε τετρώρῳ χρῶνται.

[*](27. *καὶ ἐκ Χλώριδος] om. 29. *Πεισήνωρ] πισήνωρ Ἀμφίονος] ἀμφίωνος 32. *εἰ]. ἣν)
485

700. περὶ τρίποδος] οὐκ οἶδε τὰ Ὀλύμπια ὁ ποιητὴς, ἀλλὰ περί τινος χρηματικοῦ ἀγῶνός φησιν ἀπελθεῖν τοὺς ἵππους.