Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

194. ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος πρόεισι, δυσωπῶν αὐτούς. διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βου- λεύονται; ἀλλʼ ἐν τῷ στρατεύματι νυκτὸς περιιόντες θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προιέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι.

198. * Πορφυρίου. ἄλογον τὸ μὴ ἐντὸς τῆς τάφρου τὸ συνέδριον εἶναι. λύεται δὲ ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τοὺς ἐν στρα- τοπέδῳ προσῆκον. θαρραλεώτερόν τε τὸν κατάσκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείσεσθαι δεινὸν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.

*Πορφυρίου. ἠπόρησεν Ἀριστοτέλης διὰ τί ἔξω τοῦ τείχους ἐποίησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀπο- κινδυνεύειν τοὺς Τρῶας οὐδʼ ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυ- χούντων ἦν ἀποκινδυνεύειν· ἔπειτα ἐν ἐρημίᾳ καὶ καθʼ ἡσυχίαν βου- λεύεσθαι περὶ τῶν τηλικούτων ἔθος. ἄτοπον δʼ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν [*](3. * ὑπνωσόντων] ὑπνωσσόντων adscriptum est versui 98. 18. *ὀτρύνοντας] ὀτρύνοντες 28. οὐδʼ scripsi pro οὔτ᾿ 20, 25. Πορφυρίου] om. 30. ἠξίουν Bekk.] ἠξίου 25. ἠπόρησεν] Scholion manifesto 31. προελθεῖν Bekk.] προσελθεῖν ad hunc versum referendum in B)

432
ἐτόλμων. ἔπειτα στρατηγῶν ἂν εἴη τὸ φυλάσσεσθαι τοὺς νυκτερινοὺς θορύβους, τὸ δʼ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντας βουλεύεσθαι, νεωτερισμοῦ ὑποψίαν παρασχὸν, φόβον ἐνεποίει. ἅμα δὲ καὶ ἡ πρόθεσις ἦν τοὺς φύλακας θεάσασθαι, ἐν οἷς ἦν ἡ σωτηρία τῶν καθευδόντων· γενόμενοι δʼ ἐν τούτοις τὰς βουλὰς, ὀλίγῳ πόρρω τούτων ἀποστάντες, ἐν ἡσυχίᾳ μὲν καὶ ἐν ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖς φύλαξιν, ἐν ἀσφαλεῖ δέ· πλησίον γὰρ τῶν φυλάκων. καὶ ἅμα ταχέως ἦν ἐπιτελέσαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶρος πλήρης μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζοιντο, τοῦ περὶ τὴν τάφρον παντὸς χωρίου πλήρους ὄντος τῶν ἀνῃρημένων. ἀπολογούμενος δὲ διότι ἄταφοι ἦσαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸς γέγονεν ἡ ἀναχώρησις καὶ σχολὴν οὐκ ἐν- δέδωκεν ὁ καιρὸς εἰς ταφὴν, νυκτὸς μὲν καταλαβούσης, ἐκ δὲ τῆς ἥττης ὑπὸ τοῦ καμάτου εἰς ὕπνον τετραμμένων πάντων. φησὶ γὰρ “μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται” (98) καὶ “ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ” (200) καὶ τὰ ἑξῆς.

ὀρυκτήν] τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν· ἢ ἀντιδιαστέλλει πρὸς τὰς ἐκ τῶν ὄμβρων γινομένας ῥωγάδας.

199. διεφαίνετο] ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον.

204. οὐκ ἂν δή τις] ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλʼ ὀξυβουλίας ἐν τῷ τοιούτῳ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπει γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ σωτηρίας, καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλʼ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. εὖ δὲ καὶ τὸ αὐθαίρετον· οὐ γὰρ ἐμοὶ, φησὶ, πεπίθοιτο, ἀλλʼ ἑῷ αὐτοῦ θυμῷ, καὶ τολμήεντι, ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.

206. ὑποστίζων εἰς τὸ ἐλθεῖν τελείου ὡς εἰς τὸ Ἀχαιούς, καὶ τελειῶν εἰς τὸ ἐλθεῖν ἀπόδος εἰς τὸ ἀνθρώπους.

ἕλοι] ζωγρήσει πρὸς τὸ πυθέσθαι τὰ τῶν πολεμίων. διὰ δὲ τοῦ ἐσχ ατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως.

[*](10. καθέζοιντο Vill.] καθέζοὖ)
433

207. *φῆμιν] εἰώθασιν οἱ πολεμούμενοι φήμας τινὰς λέγειν ἐν ἑαυτοῖς, οἷον Λακεδαιμονίων βουλευομένων ποῖον χωρίον ἐπιτειχίσουσι τῆς Ἀττικῆς, Ἀλκιβιάδης συνεβούλευσε πέμπειν εἰς Ἀθήνας κατα- σκόπους, οἵτινες παραγενόμενοι ἤκουσαν αὐτῶν τῶν Ἀθηναίων δια- λεγομένων ὅτι τὴν Δεκέλειαν μέλλουσιν ἐπιτειχίζειν οἱ πολέμιοι· καὶ οὕτως Λακεδαιμόνιοι ἐπετείχισαν τὴν Δεκέλειαν.

211. πανταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.

215. τῶν πάντων] μέγας οὖν ἔσται, ἀριστεῖα παρʼ ἰδίων λαμ- βάνων· καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον. ἔσται δὲ αὐτῷ ἀγέλη μελάνων ὀΐων, ὃ σπάνιόν ἐστι καὶ σύμβολον τῆς νυκτι- πραξίας.

217. αἰεὶ δʼ ἐν δαίτῃσι] ἐκ τούτου δῆλον ὡς οὐ πάντες ἀεὶ ἐκα- λοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον δηλοῖ τῆς ἑστιάσεως.

221. οὐκ εἰκῆ τὸ ἐγγὺς ἐόντα, ἀλλʼ ὅτι μέγαν κίνδυνον ἀναδέ- χεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλʼ ὡς καὶ ἑτέρου τινὸς συνεργοῦ δεόμενος.

223. μᾶλλον θαλπωρή] ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει.

227. οἱ δʼ ἔθελον] προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει συγκινδυνεύοντας.

233. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ] πάντα Νέστωρ διῴκησε κατα- πληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι· νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ ἀδελφοῦ.

235. τὸν μὲν δὴ ἕταρον] τεχνικῶς ἔχει ὁ λόγος. καὶ γὰρ ὁρῶν τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασι προτι- μῶντας, ἰδίᾳ μὲν ὤκνησεν ὑπὲρ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον, ἵνα μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι.

237. τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.

[*](2. ἐπιτειχίσουσι] *ἐπιτειχίσωσι 5, 6. * Δεκέλειαν] δικέλειαν )
434

243. Ὀδυσῆος] τῇ ἑαυτοῦ θαρρῶν ἀνδρείᾳ σύμβουλον μόνον αἱρεῖται.

244. οὗ πέρι] ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος πᾶσαν αἰδῶ παρωσάμενος. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν αἱρεῖσθαι, ἀλλὰ διὰ φρόνησιν.

247. νοστήσαιμεν] πρὸς τὸ φιλάλληλον οὐκ εἶπε νοστήσαιμι, καὶ ὑποφαίνει ὡς εἰ ἄλλον εἵλετο, αἴτιος ἂν θανάτου ἀμφοτέροις ἐγεγόνει. καὶ δείκνυσιν ὅτι κρείττων ἀνδρείας φρόνησις.

249. ἐντεῦθεν τὸ μηδὲν ἄγαν δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς· περισσὸς γὰρ ὁ μεταξὺ τῶν φίλων ἔπαινος.

251. μάλα γὰρ νὺξ ἄνεται] ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. δεόντως οὖν αὐτὸν εἵλετο.