Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
90. οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς] ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς. οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην ἀσφαλῆ ποιεῖσθαι ἐγγύην. τῇ δὲ ὑπερβολῇ θεραπεύει τὸν Ἀλγαμέμ- νονα.
93. οὐ δή. τέλειος δέ ἐστιν ὁ τάρ, οὐκ ἐκ τοῦ τὲ ἄρ. προθε- ραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον.
94. ἀθετεῖται ὡς περισσός· πρόκειται γὰρ “ἀλλʼ ἕνεκ᾿ ἀρητῆρος, [*](14. μαγεία—τοῖς ἥπασιν] Atldita- addito. mentum interpolatoris, quod ob- 25. *ἔσκεπεν] ἐσκέπτετο. scuravit Bekkerus δὲ post μαγεία )
98. ἑλικώπιδα] τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ ἀτενιστὴν τῇ θέᾳ· ἢ τὴν ἀξιοθέατον· ἢ πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.
99. ἀπριάτην] ἐπιρρηματικῶς αὐτὸ ἀκούει Ἀπολλώνιος, ἵνʼ ᾖ τὸ χωρὶς πριασμοῦ.
οὐ γὰρ ἐκ μόνης μεταμελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ. τὸ δὲ ἄγειν ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ οἴκοθεν ἦγ᾿ ὁ γεραιός” (Il. 11, 632) καὶ “ἦγον δὲ Μαχάονα ποιμένα λαῶν” (Il. 11, 598).
100. τότε κέν μιν] Ζηνόδοτος αἴ κέν μιν. γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.
πεπίθόιμεν] ὅμοιόν ἐστι τῷ ῥηϊδίως πεπιθεῖν (Il. 9, 184). εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν.
103. ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο.
φρένες ἀμφιμέλαιναι] ἡ ἀμφί πρὸς τὸ πίμπλαντο, ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· ὡς ἐκ κεραμίου γὰρ ὁ θυμὸς ὑπερεξεχεῖτο.
104. ὄσσε] παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ πέττω πέσσω· ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὅσσος, τὸ δυϊκὸν ὄσσεε, καὶ ἀφαιρέσει ὅσσε.
*τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον” (Il. 13, 617), οὐχ αἱματόεντες. οὐδετέρας οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς ἕρκος βέλος τεῖχος· τὸ δὲ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη βέλη τείχη, κατὰ δὲ Ἴωνας ἕρκεα βέλεα τείχεα, καὶ δῆλον ὅτι ὄσσεα. τῶν εἰς α πληθυντικῶν τὰ δυϊκὰ οὐδέτερα εἰς ε τελευτᾷ, οἷον ὄμματα ὄμματε, γράμματα γράμματε· καὶ Εὐριπίδης (Hipp. 387) “οὐκ ἂν δύʼ ἤτην ταῦτʼ ἔχοντε γράμματα,” καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (454) “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε.” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν ὅσσε.
**λαμπετόωντι] ὥσπερ ἀπὸ τοῦ εὔχω εὐχέτης, βάλλω βαλέτης καὶ [*](30. γράμματα] γράμματε 31. δὲ] Compendio expressum. *καί] om. )
ἐΐκτην] εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ ἐν συγκοπῇ εἴκτην, ἐν δια- λύσει ἐΐκτην. προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινὸν, καὶ δοκεῖ τὸ ὑπόδρα ἰδών ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸ καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς.
105. κάκʼ ὀσσόμενος] παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν μέλλῃ λόγους ὁ ποιητὴς, προσημαίνει οἷος ἔσται ὁ λόγος· εἰ- πόντος γὰρ αὐτοῦ τὸ “τὸν δʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων,” ὑβριστικούς· καὶ πάλιν “καί μιν νεικείων” (Od. 18, 9), θεωρητέον εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη. ὅταν δὲ τὸ “ὅ σφιν ἐϋφρονέων,” φρονίμους προσδεκτέον λόγους· καὶ πάλιν ὅταν λέγῃ “καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι” (Od. 8, 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, Ὀδυσσέως ὑψηγοροῦντος καὶ ἐνταῦθα τοίνυν προδιετύπωσε τοὺς λόγους διὰ τοῦ κακοσσόμενος, οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν. ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνὴ, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις. διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν.
?? παρατηρεῖν δεῖ ὡς, ὅταν ἐκ προσώπου τινὸς μετάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητὴς, προλέγει προσημαίνων οἶος ἔσται ὁ λόγος, ἢ μεθʼ οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγο- μένων ἀκουσόμεθα· οἷον εἰπόντος “τόνδʼ ἄῤ ὑπόδρα ἰδὼν προσέφη ὁ Ἀγαμέμνων” (Il. 1, 148) ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προει- πόντος “καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα” (Od. 18, 9), θεωρητέον εἰ οἱ ἐπάγεσθαι μέλλοντες λόγοι ὀνείδη παρέχουσιν· ὅταν [*](11. *ἔσται] ἐστὶν gitur in Porphyrii Ζητήμασιν Ὁμη- 23. παρατηρεῖν δεῖ —] Longum ρικοῖς cap. 16, sed locis pluribus hoc manus secundae scholion, ex minus integrum quam in B. quo praecedens primae manus 28. ὁ Ἀγαμέμνων] Immo ὁ Ἀχιλ- scholion compendifactum est le- λεύς )
*τὸ κακοσσόμενος οὐ σημαίνει τὸ κακῶς ὑποβλεψάμενος· οὐ γὰρ σἷόν τε τὸ κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον, οὐδʼ ἔστιν ὅπου τὸ ὑποβλέψασθαι ὄσσεσθαι λέγει, ἀλλὰ σημαίνει τὸ κακοσσόμενος (ἐν συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ ὄσσα ἡ θεία φωνὴ, ἣν καὶ Διὸς ἄγγελον ἔφη — “μετὰ δέ σφισιν ὅσσα δεδῄει, ὀτρύνουσʼ ἰέναι, Διὸς ἄγγελος” (Il. 2, 93) —, Διὸς δὲ ἄγγελοι καὶ οἱ μάν- τεις, καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὅσσα (“ὣς γὰρ ἐγὼν ὄπ᾿ ἄκουσα θεῶν” (Il. 7, 53) ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ κα- κοσσόμενος, ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε κακὸν ἄγγελον τῆς Διὸς ὅσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν· ἀλλʼ ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηκε δὲ καὶ ἐν ἄλλοις “οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω, ἀλλʼ ἀγαθὰ φρονέουσα” (Il. 24, 172), οὐ κακὸν κληδονιζο- μένη· καὶ “ὀσσόμενος πατέῤ ἐσθλὸν ἐνὶ φρεσί” (Od. 1, 115). σημαίνει ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός. καὶ τὸ “οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμός” (Od. 14, 219) ἀντὶ τοῦ προεμαντεύετο. καὶ ὅτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνη- στήρων λέγων “ἐς δʼ ἰδέτην πάντων κεφαλὰς, ὄσσοντο δʼ ὄλεθρον” (Od. 2, 152), τουτέστιν ἐμαντεύοντο τοῖς μνηστῆρσιν ὄλεθρον. τοῦτο ἐπʼ ἄλλου ἐξηγήσατο εἰπὼν “Ξάνθε, τί μοι θάνατον μαντεύεαι” (Il. 19, 420); τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ, ἐξηγεῖται λέγων “ἢ ὄσσαν ἀκούσας ἐκ Διός” (Od. 1, 282). λέγει δὲ αὐτὴν καὶ κλη- δόνα· “ἤλυθον, εἴ τινά μοι καὶ κληδόνα πατρὸς ἐνίσποις” (Od. 4, 317). κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· “ἢ ὄσσαν ἀκούσας, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι.” καὶ αὐτὸς ὁ Τηλέμαχος “πατρὸς ἐμοῦ” φησὶ “κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω” (Od. 3, 83). καὶ “ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης” (Od. 13, 415). καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· “πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ [*](1. *κεύθῃ] κεύθει 11. ἀντὶ Bekkerus] ἀπὸ 4. *οἷόν τε τὸ] τὸ om. ὀνειδίζων Bekkerus] ὀνειδίζοντος 8. δὲ addidit Bekkerus.)
106. ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατο, ὀργῆς οὐκ οἶδε φύσιν ἐπʼ ἀλήθειαν οὐ φερομένην. τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι διὰ τὸ εἰπεῖν “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν” (Il. 2, 329)· ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία ἐπιδέξια φαίνειν σήματα (Il. 2, 353). εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσεις, οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας ὡς αἰτίους μισοῦσιν.
κρήγυον τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνὲς, ὃ ταυτόν ἐστι τῷ θυμῆρες. τὸ δὲ εἶπες εἶπας Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν.
108. ἐμφαντικόν ἐστι τὸ οὐδέ δὶς λεγόμενον, καὶ τὴν τῆς μαν- τείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ. δυσκαταπαύστως δὲ ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζό- μενοι, καὶ τὰ αὐτὰ ἐπαναλαμβάνουσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.
110. ὡς δὴ τοῦδʼ ἕνεκα] ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπὴς, ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.
113. ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην τοῖς Ἕλλησι δοκοίη κατατίθεσθαι χάριν· δημαγωγικώτατος γάρ ἐστιν. ἢ ὅτι περισπού- δαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος. ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον.
114. οὔ ἑθεν] τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον πρόσωπον τοῦ ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλι- τέον.
115. φυήν] τὸ δι᾿ ὅλου κάλλος· “φυήν γε μὲν οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας” (Od. 8, 134). ἐν μο- νοστίχῳ δὲ πᾶσαν ἀρετὴν γυναικὸς ἐσήμανε. καὶ ἀλλαχοῦ “κάλλει καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν” (Il. 13, 432)· “καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργʼ εἰδυίῃ” (Od. 13, 289).
117. σόον ἔμμεναι ἢ ἀπολέσθαι] αἱ πᾶσαι ἐκδόσεις σῶν εἶχον· ἀναλογώτερον δὲ τὸ σῶν τῷ “νῦν τοι σῶς αἰπὺς ὄλεθρος” (Il. 13, [*](7. *αὐτὸν] om. supra p. 29, 22. 12. κρήγυον—τῷ θυμῆρες] Eadem 17. *τελευτᾶ] τελευτώμενον )
118. αὐτὰρ ἐμοὶ γέρας] ἀλλοιωτικῇ στάσει κέχρηται, μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ. προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται.
119. Ἀργείων] ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν, ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ.
ἀγέραστος] ὡς ἀπείραστος καὶ ἀβίαστος. ἵνα δὲ μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ.
120. λεύσετε] Ἀρίσταρχος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ ἄξετε, οἴσετε. τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι. τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν.
121. ποδαρκής] ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν καὶ τοῖς ἄλλοις, ὡς τὸ λαοσσόος.