Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
63. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομεν, ἵνα ᾖ γενικὸν τὸ μάντις· ὁ δὲ Πορφύριος τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα.
*ἄλογον ζητεῖν παρὰ ἱερέως πυθέσθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντεις οἱ ἱερεῖς. οἱ δὲ ὀνειροπόλοι μηδενὸς ὀνείρου νῦν ζητου- μένου παρέλκουσι. λύεται δὲ ἐκ τῆς λέξεως· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται καλοῦντες πάλαι, ὥσπερ καὶ ἑτέρωθεν· “εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες” (Il. 24, 220). ὁ δὲ ὀνειροπόλος αὐτὸς ὁρᾷ ὑπὲρ ἑτέρων ὀνείρους.
καὶ γάρ τʼ ὄναρ] καὶ γάρ τι ὄναρ τὸ τέλειον. ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.
*διὰ τί διττοὺς λέγων τοὺς ὀνείρους, καὶ τοὺς μὲν αὐτῶν ψευδεῖς, τοὺς δὲ ἀληθεῖς, ὡς πάντων αὐτῶν ὄντων ἀληθινῶν φησὶν “ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,” ὡς τῶν ὀνείρων ἐκ Διὸς ὄντων; λύεται δὲ ἀπὸ τῆς συναλοιφῆς. οὐ γὰρ ὁ τε σύνδεσμος [*](7. In fine scholii Lips. addit 23. ὁρᾶ Cobetus Var. Lect. p. τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ: non 418] δρᾷ addit Townl. 25. *καὶ γάρ τʼ ὄναρ: καὶ γάρ τι 10. *καὶ τῶν—ἀνδρεῖος] om. ὄναρ τὸ] καὶ γάρ τι ὄναρ ἤτοι τὸ 14. *εἰς τὸ ἐρείομεν—λέγων] εἰς 30. σὐ γὰρ ὁ τε Bekkerus] ὁ γὰρ τὸ μάντιν, ἵνα ᾖ γενικόν· ὁ δὲ Πορ- τέ φύριος μάντιν λέγει)
τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις.
64. ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασι τὸν Ἀπόλλωνα. τῷ δὲ ὅ τι λείπει ἡ διά.
65. εὐχωλῆς] ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, οὕτως παρὰ τὸ εὔχω εὐχωλή. ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς.
66. αἴ κέν πως] περισσὸς ὁ κέν, καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.
** χνίσης] τοῦ λίπους καὶ τῆς ἀναθυμιάσεως, τουτέστι τοῦ καπνοῦ. εἴρηται δὲ κνίση ἀπὸ τοῦ κνίζω κνίσω, ὃ σημαίνει τὸ λεπτύνω· λεπτότατος γάρ ἐστιν ὁ ἐπίπλους, τουτέστι τὸ λεγόμενον κνισάριον. τοιοῦτον δέ ἐστι καὶ τὸ “συκάμινα κνίζοντα,” ὡσανεὶ τῷ ὄνυχι διακαθαίροντα. καὶ ἐν τῷ Νόμῳ “ἀποκνιεῖ ὁ ἱερεὺς τὸ ὁλοκάρπωμα.”
*Πορφυρίου. πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μεμιγμένας δεικνύναι ἐπʼ ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρότερον τοῦτο συνεωρα- κότος καὶ τὸν Πλάτωνα διδάξαντος· ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκεν, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειοτέρως ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ φησίν· ἄχος μὲν ὅταν λέγῃ “Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι μερμήριξεν” (Il. 1, 188). “ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίζοι” (1, 190). ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν “ἠὲ χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν” (1, 192). θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν· καὶ πάλιν ἐπʼ ἄλλου “ἀχνύμενος, μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο” (1, 103). ὅτι δὲ οὐ γεννᾷ μόνον [*](19. Πορφυρίου] Longum hoc *Πορφυρίου] om. Loci in hoc excerptum πρῶτος δοκεῖ—περὶ τήν scholio citati plerique omnes ex μῆνιν καταβαλλομένους iisdem fere Iliade sumti sunt, a quibus locos verbis, sed omissis pluribus, per- ex Odyssea allatos litteris Od. scriptum legitur in Ζητημάτων Ὀμη- distinximus. ρικῶν capite 14.)
67. ἡμῖν] ὀρθοτονεῖται τὸ ἡμῖν· ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.
69. Κάλχας Θεστορίδης] ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, ὡς καὶ ἑτέρου ὑπάρχοντος.
70. ὃς ᾔδη τά τʼ ἐόντα] τὰς αἰτίας φησὶν, ἐπεὶ τὸν λοιμὸν πάντες ᾔδεσαν, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ.
71. νήεσσʼ ἡγήσατʼ] διὰ τὰς διοσημίας· “πειθόμενοι” γάρ φησι “τεράεσσι θεῶν” (Il. 4, 108).
72. τήν οἱ πόρε Φοῖβος Ἀπόλλων] τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι ῶρά φησιν.
*Φοῖβον συνεχῶς εἴωθεν ὀνομάζειν τὸν Ἀπόλλωνα, οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασιν εἶναι μητέρα· σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δὲ μητέρων οὐκ ἂν εὕροις ὅλως παῤ αὐτᾷ. Φοῖβον οὖν αὐτὸν ἀπὸ τῶν ἀκτίνων ὀνομάζει ὡς λαμπρὸν, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι καὶ Μούσαις.
73. ἐϋφρονέων] πρὸς τὴν τοῦ βασιλέως ἀβελτηρίαν.
74. ὦ Ἀχιλεῦ] καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.
76. τοιγάρ] οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ ἀρκτική ἐστιν), ἀλλʼ ἀντὶ τοῦ δή.
καί μοι ὄμοσσον] οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα. ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἀγανακτεῖ ἀπιστούμενος, ἀλλʼ ἑτοίμως ὄμνυσι.
77. ἠμέν] ἀντὶ τοῦ ἢ μήν. ἔστι δὲ ἐπίρρημα ὁρκικόν. διὸ βαρύ- νομεν τὸν η. εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός.
78. ἦ γὰρ ὀΐομαι] ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν.
80. κρείσσων γὰρ βασιλεύς] μέλλων βαρύνειν τὸν βασιλέα προσαπολογεῖται αὐτῷ. Ζηνόδοτος δὲ κρείσσω γράφει. ἀθετεῖ δὲ καὶ τὸν στίχον, κακῶς.
81. εἴπερ γάρ τε] πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρὸν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν αὐτὸν, εἰς δὲ τὸ μετέπειτα τιμωρήσασθαι.
[*](6. ᾔδεσαν] ἤδεισαν 11—16. Eadem fere supra ad v. 43. 26. ῆ] ἦ )82. ἔχει κότον] ἔδειξε διαφορὰν κότου πρὸς χόλον. ὑποφαίνει δὲ διὰ πάντων τὸ ὕπουλον μὲν Ἀγαμέμνονος, Ἀχιλλέως δὲ ἁπλοῦν.
85. θαρσήσας] ὡς ἀγαθὸς προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέ- ροντος. θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ προειρημένον· τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων.
*θεοπρόπιον δὲ τὸ ἐκ θεοῦ μάντευμα, ἢ τὸ τοῖς θεοῖς πρέπον· οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγοισι τὰ τοῖς θεοῖς ἀρέσκοντα.
86. *μά] τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον τίθησι. ποτὲ μέντοι ἀντὶ τοῦ μά τῷ ναί κέχρηται, ὡς “ναὶ μὰ τόδε σκῆπτρον” (234), ὅτε ὄμνυσιν. ὅτε δὲ ἀπόμνυσί τι, συζεύγνυσι τὸ τῆς ἀποφά- σεως, οἷον “οὐ μὰ γὰρ Ἀπόλλωνα” καὶ ἐν Ὀδυσσείᾳ (20, 339) “οὐ μὰ Ζῆν᾿, Ἀγέλαος·” ἡμεῖς δὲ τὸ μά ὡς μέρος λόγου ἀπομνύντες παραλαμβάνομεν, μὰ τὸν Δία λέγοντες. ἔστι δὲ καὶ ἐπίρρημα ἐπευκτικόν. [μαγεία ἐστὶν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν, ὡς τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπί- σματα. γοητεία δὲ ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν, περὶ τοὺς τάφους γινομένη. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατη- φόρου πρὸς φίλτρον ἢ ἄλλως δοθῇ τισὶ διὰ στόματος. ἡπατοσκοπία δὲ ἡ τῶν ἐγκάτων ἀνατομὴ, διʼ ὧν προεμήνυον τὰ συμβησόμενα· ἀνατέμνοντες γὰρ σημεῖά τινα ἐθεώρουν ἐν τοῖς ἥπασιν.]
88. ἐμεῦ ζῶντος] πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος. συνέ- βαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος τοῦ Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν.
*τὸ δὲ οὔτις κατὰ ἀπόφασιν ἀντὶ τοῦ οὐδείς.