Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

574. σφώ] πρωτόθετον αὐτήν φησιν Ἡρωδιανὸς, οὐκ ἀπὸ τῆς σφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περι- σπωμένην. τοῦτο δὲ πρὸς ἔμφασιν τῶν προσώπων. τὸ δὲ ἕνεκα θνητῶν πρὸς εὐτελισμὸν τῆς αἰτίας. τὸ δὲ ὧδε διʼ αὔξησιν τῆς ἔριδος.

575. κολῳόν] παρὰ τὸ κολοιός. ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ κλωός καὶ κολωός· καὶ οὐδὲ προσγράφει τὸ ι. τοῦ δὲ κλῶ παραγωγὸν τὸ κλάζω.

*ἀπὸ μεταφορᾶς τοῦ κολοιοῦ· θορυβῶδες γὰρ καὶ κραυγαστικὸν τὸ ὄρνεον.

576. τὸ ἦδος ψιλωτέον, ὡς τροχαϊκόν.

577. τὸ ἠμί φημί εἰμί ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον. καὶ αὐτῇ περ νοεούσῃ] οὐ δεομένῃ παραινέσεώς τινος. ὁ δὲ κοινῇ μὲν ἀμφοτέρους ἐπιπλήττει ἕνεκεν ἀνθρώπων διαφερομένους, ἰδίᾳ δὲ τῇ Ἥρᾳ εἴκειν τῷ Διὶ παραινεῖ.

580. εἴπερ γάρ κʼ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεύς (δυνήσεται γὰρ), σὺ δὲ θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται. τοσαύτην δὲ τοῦ Διὸς δείκνυσι πρὸς τοὺς θεοὺς ὑπεροχὴν ὅση πρὸς ἀνθρώπους ἐστὶ θεῶν.

584. ἀναΐξας] γέλωτα κινεῖ τὸ ἀναΐξας ἐπὶ χωλοῦ τιθέμενον. γελοῖος δέ ἐστι μιμούμενος τοὺς καλλίστους οἰνοχόους, Ἥβην καὶ Γανυμήδεα, καὶ μεμνημένος πῶς ὁ Ζεὺς τοῦ ποδὸς λαβόμενος ἔρριψεν αὐτὸν οὐρανόθεν.

586. τέτλαθι, μῆτερ ἐμή] ὅτε κατεπράϋνε τὸν θυμὸν, τότε καὶ τὴν ἰδίαν παραίνεσιν ἐπήγαγεν.

591. *ἐγκαλοῦσιν Ὁμήρῳ περὶ τῆς τοῦ Ἡφαίστου ῥίψεως, τὸ μὲν πρῶτον ὅτι χωλὸν αὐτὸν ὑφίσταται τὴν θείαν ἀκρωτηριάζων φύσιν, εἶθʼ ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου· φησὶ γὰρ “πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν.” καὶ τούτοις οὖν ὑποκρύπτεταί τις Ὁμήρῳ φιλό- [*](30. ἐγκαλοῦσι—] Haec excerpta sunt ex Heracliti Alleg. c. 26 p. 54.)

81
σοφος νοῦς. οὐ πλάσμασι γὰρ ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον οὐ τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα (τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ)· ἀλλʼ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον, ὡς ἔναγχος εἰρήκαμεν, ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τὴν τελειότητα, τοῦ δὲ παῤ ἡμῖν πυρὸς ἡ ὕλη πρόσγειος οὖσα φθαρτὴ καὶ διὰ τῆς ὑποτρεφούσης παῤ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο τὴν μὲν ὀξυτάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγο- ρεύει, τὸ δʼ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου, τὸ δὲ παῤ ἡμῖν πῦρ ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπὶ πλέον παρα- μεῖναι συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγο- ρικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην φησὶν Ὅμηρος πῦρ εἶναι, ὡς τὸ “σπλάγχνα δʼ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο” (Il. 2, 426) μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. ναὶ μὴν καὶ ἀπʼ οὐρανοῦ ὑφίσταται ῥιπτόμενον αὐτόν· φυσικῶς γὰρ κατʼ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης ἄνθρωποι χρονικῶς χαλκοῖς τισὶν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὴν μεσημβρίαν ἐναντία τῷ ἡλίῳ τὰ ὄργανα τιθέντες. ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπʼ οὐρανοῦ κλέπτειν τὸ πῦρ, ἐπειδήπερ τέχνῃ Προμηθέως ἐπενόη- σαν οἱ ἄνθρωποι τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρώτως οὐκ ἀλόγως ἐμυθεύσαντο τὴν ἐπιδεξαμένην τὸ θεοπρόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς ὅτι τοῦτο θεόρρυτόν ἐστι τὸ πῦρ ἐξ ὧν ἐπήνεγκεν “ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·” ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας. καὶ ταῦτα μὲν περὶ Ἡφαί- στου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατώδη τινὰ τὴν Κράτητος τοῦ Θηβαίου φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ [*](3. μυθούμενον Heracl.] μυθούμενος ἐμύθευσε—ὑποδεξαμένην Heracl. 7. ζωπυρουμένη Heracl.] ζωπυ- * θεοπρόβλητον] θεο . . . τον cum ρούμενα plurium litterarum lacuna. θεόβλη- 18. οὐρανοῦ Heracl.] οὐρανῶν, τον Heracl. compendio expressum οὐνῶν. 31. Κράτητος τοῦ Θηβαίου] De hoc 25. ἐμυθεύσαντο — ἐπιδεξαμένην] videndus Mehlerus p. 58. )
82
παντὸς γενέσθαι ἐσπουδακὼς δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ Ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα, τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δʼ ἀπʼ ἀνατολῶν εἰς δύσιν μεθεὶς φέρεσθαι. διὰ τοῦτʼ ἀμφότεροι καὶ συνεχρόνισαν· ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ. τοῦτο τοίνυν εἴτε κοσμικήν τις ἀναμέτρησιν εἴθʼ (ὃ μᾶλλον ἀληθές ἐστιν) ἀλλη- γορικὴν τοῦ καθʼ ἡμᾶς πυρὸς ἀνθρώποις εἴποι παράδοσιν, οὐδὲν ἀσεβές ἐστιν ὑπὲρ Ἡφαίστου παῤ Ὁμήρῳ λεγόμενον.

τινὲς κατὰ Χαλδαίους τὴν ἀνωτάτω τοῦ οὐρανοῦ περιφέρειαν, οἱ δὲ κατὰ Δρύοπας τὸν Ὄλυμπον. ἄμεινον δὲ τὸν βατῆρα λέγειν ἤτοι τὴν φλιὰν, ἀπὸ τοῦ βαίνειν.

*βηλός ἐστιν ὁ ἀνωτάτω τόπος τοῦ οὐρανοῦ. ἀπὸ γὰρ τοῦ βεβη- κέναι τοὺς θεοὺς ἐν αὐτῷ, καὶ τοὺς ἀστέρας κεῖθι βαίνειν, εἴρηται. ἕτεροι δὲ βηλὸν εἶπον τὸν ἀνωτάτω τόπον καὶ περιέχοντα τὸν πάντα ἀέρα, ἄλλοι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων. κοινῶς δὲ σημαίνει ὁ βηλὸς τὸν οὐδὸν τῆς θύρας, ἤτοι τὴν φλιάν· ὁ γὰρ ποιη- τὴς ὑποτίθεται τὸν οὐρανὸν πύλας ἔχοντα. εἴρηται δὲ βηλὸς ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὀδὸς ἀπὸ τοῦ ὁδεύεσθαι. καὶ Πανύασις δὲ τὰ πέδιλα βηλὰ λέγει. Παρμενίων δὲ ὁ γλωσσογράφος φησὶν Ἀχαιοὺς καὶ Δρύοπας καλεῖν τὸν οὐρανὸν βηλόν. Κράτης δὲ περισπῶν τὴν πρώτην συλλαβὴν Χαλδαϊκὴν εἶναι τὴν λέξιν ἀποδίδωσιν. Ἀγα- θοκλῆς δὲ τὴν πάντων περιοχὴν, καὶ βεβηκότας φέρειν τοὺς ἀπλανεῖς ἀστέρας.

592. πᾶν δʼ ἦμαρ φερόμην] πῶς τῶν ἄλλων θεῶν ἀπὸ τοῦ οὐρανοῦ φερομένων ῥιπῇ ἐπὶ γῆς, Ἡφαιστος διʼ ὅλης ἡμέρας φέρεται; φαμὲν οὖν ὅτι τὸ πᾶν δʼ ἦμαρ οὐ δηλοῖ τὸν ἀπὸ πρωΐας μέχρις ἑσπέρας καιρὸν, ἀλλὰ τὴν πελάζουσαν τῇ νυκτὶ ὥραν, ὡς καὶ ἀλλα- χοῦ (472) “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” καὶ τὰ ἑξῆς (601) “πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα δαίνυντο.”

593. ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν] εἰ ἐλαττοῦται, φασὶ, τὸ θεῖον, καὶ τέλεον ἐπιλείψει, ἀγνοοῦντες ὅτι πολλαὶ ἐν τῷ κόσμῳ φύσεις μειοῦνται μὲν, οὐκ ἐκλείπουσι δὲ τέλεον. καὶ γὰρ καὶ αὐχμῶν πλεο- ναζόντων μειοῦται τὸ ὑγρὸν, ἀλλʼ οὐκ ἐπιλείπει. καὶ Ἄρης “μόγις δʼ ἐσαγείρατο θυμόν” (Il. 21, 417).

[*](1. παντὸς Heracl.] παρόντος 19. βηλά] *βίολα codices alii. 18. *ἀπὸ τοῦ ὁδεύεσθαι] om. Suidas βίολα: πέδιλα, ὑποδήματα. )
83

594. Σίντιες] Φιλόχορός φησι Πελασγοὺς αὐτοὺς ὄντας οὕτω προσαγορευθῆναι, ἐπεὶ πλεύσαντες εἰς Βραυρῶνα κανηφόρους παρθέ- νους ἥρπασαν, σίνεσθαι δὲ τὸ βλάπτειν λέγουσιν. Ἐρατοσθένης δὲ, ἐπεὶ γόητες ὄντες εὗρον δηλητήρια φάρμακα. ὁ δὲ Πορφύριος, ἐπεὶ πρῶτοι τὰ πολεμιστήρια ἐδημιούργησαν ὅπλα, ἃ πρὸς βλάβην ἀν- θρώπων συντελεῖ· ἢ ἐπεὶ πρῶτοι λῃστείαν ἐξεῦρον.

595. μείδησεν] παρὰ τὸ μειδιῶ· τὸ δὲ μειδιῶ παρὰ τὸ τὸν μέσον διιέναι γέλωτα.

600. δασύνεται τὸ Ἥφαιστος· παρὰ γὰρ τὸ ἅπτω ἐστὶν, ὅθεν καὶ Ἥβη. τὸ δὲ ποιπνύοντα ἐκ τοῦ πονῶ, πονύω ποπνύω ποιπνύω.

601. πρόπαν ἦμαρ] τὸ ὑπόλοιπον πάσης τῆς ἡμέρας. τὸ δὲ “ἐς ἠέλιον καταδύντα” Ἀττικόν ἐστιν.

603. * ὁ λόγος· ὥσπερ τῆς εὐωχίας οὐκ ἦσαν ἐνδεεῖς οἱ θεοὶ, οὕτως οὐδὲ τῆς Ἀπόλλωνος μουσικῆς, ὁμοίως δὲ οὐδὲ τῆς τῶν Μουσῶν ᾠδῆς, αἵτινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς παρὰ μέρος ᾖδον. τέσσαρες δὲ ἀνατίθενται τῷ Ἀπόλλωνι τέχναι, μουσικὴ τοξικὴ μαντικὴ ἰατρική.

604. Μουσάων θʼ] εὖ τὸ μὴ ἀπειροκάλως ἐπιμηκῦναι τὴν ᾠδὴν, ἀλλʼ αὐτὸν, εἶτα τὰς Μούσας ᾆσαι.

607. τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφεσθαι Διονύσιος, καὶ πα- ράγει Δωριεῖς ἇχι λέγοντας.

ἀμφιγυήεις] ὁ ἀμφοτέρωθεν βεβλαμμένος, παρὰ τὸ γυῶ τὸ τὰ μέλη διαλύω, ἐπειδὴ τὸ πῦρ πολλῆς δεῖται τῆς ὕλης.

611. ἔνθα καθεῦδʼ ἀναβάς] ἀνέβη καθευδήσων, ἢ ἀντὶ τοῦ ἀνεκέ- κλιτο. τὸ δὲ καθεῦδε προπερισπωμένως· ἐφύλαξε γὰρ ἡ σύνθεσις τὸν τόνον. διδάσκει δὲ μὴ χωρίζεσθαι ἄνδρα γυναικὸς ἐν κοίτῃ, ὡς μὴ τῇ ἀπουσίᾳ λυπήσῃ αὐτόν.

*χρυσόθρονος] ἡ χρυσοῦν θρόνον ἔχουσα βασιλίς. μᾶλλον δὲ ἐπειδὴ τὰ πρὸς τῷ αἰθέρι μέρη τοῦ ἀέρος, γειτνιῶντα τῷ ἡλίῳ, πυρώδη εἰσίν. ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρυσὸν ἀντὶ τοῦ πυρὸς λαμβάνει.

1. Ἄλλοι] Ζηνόδοτος ὦλλοι γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς τοῖς ἄρθροις ἀεί.

84

θεοί τε καὶ ἀνέρες] ὅτι μετὰ θεὸν ὁ ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ λοιπὸν γένος ἅπαν.

ἱπποκορυσταί] ἱπποκορυστάς φησιν οὓς διὰ τὴν τοῦ πολέμου πρόνοιαν ἀγρυπνεῖν ἔδει. οἱ δὲ τοὺς βασιλεῖς ἤκουσαν.

2. νήδυμος ὕπνος] Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπεκτάσει νήδυμος· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός. οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δὲ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθὺς, παρὰ τὴν νηδύν. ἢ ὁ ἀνώδυνος. μετὰ δὲ τοῦ ν τὸ νήδυμος.

*ἀγνοοῦσί τινες οἱ τὸν νήδυμον ὕπνον ἀποδιδόντες τὸν ἡδύν. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. ἐξηγήσατο γὰρ τὴν λέξιν εἰπὼν “νήδυμος ἀμφιχυθείς.” καὶ αὐτὸς ὁ Ὕπνος φησὶν “ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ αὐτὸν ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα” (Il. 14, 359). καὶ ἔτι “περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος” (19)· “τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος Ἀργειφόντης” (Il. 14, 445). διὸ καὶ οὕτως λέγει “οὐδέ μιν ὕπνος ᾕρει πανδα- μάτωρ” (ib. 4). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ “νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς” (Od. 13, 80). καὶ ἐπʼ ἄλλων δὲ περιεχόν- των καὶ κατειληφότων τὸ ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. 16, 114)· “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν” (Il. 17, 591)· “θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (41). “θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. 2, 12). κέχρηται δὲ τῇ συνθέσει τῆς λέξεως καὶ ἐν τῷ “λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ ἀμφίδυμοι” (Od. 4, 846), δύο λέγων εἰς οὓς ἔστι δύνειν· ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως . . . . . .

καὶ πῶς φησὶν “ἔνθα καθεῦδʼ ἀναβάς;” λύοιτο δʼ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν ἰαύειν κεῖσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνονται, οἷον “πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον” (Il. 9, 325) καὶ “ἔνθ᾿ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορέων” (Od. 19, 6). ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, Ζεὺς δὲ οὐ παννύχιος. διδαχὴ δέ ἐστιν ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νὺξ, τούς τε ἄρ- χοντας οὐ παννυχίζειν δεῖ (“οὐ χρὴ” γὰρ “παννύχιον εὕδειν βουλη- [*](9. *ὁ] om. μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ 13. ὄφῤ ἔτι εὕδει Ζεὺς, ἐπεὶ] ὄφρα εὗδον παννύχιοι Δία δʼ οὐκ ἔχε νήδυμος ἔτι ζεὺς, ἐπεὶ ὕπνος” τῷ ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ 26. καὶ πῶς φησὶν “ἔνθα καθεῦδʼ δὲ χρυσόθρονος Ἥρη. ἀναβάς”] *ἐναυτία δοκεῖ ταῦτα “ἄλλοι 29. ἐγρηγορέων] ἐγρηγορόων )

85
φόρον ἄνδρα” 24), ἀλλὰ καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἱ μὲν περὶ Θέτιδα τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος τιμῆσαι Ἀχιλλέα.

*ἐναντίον δὲ δοκεῖ τὸ “Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” τῷ “ἔνθα καθεῦδʼ ἀναβάς.” λύοιτο δʼ ἂν κατὰ λέξιν. καὶ γὰρ τὸ καθεύδειν ἐνίοτε δηλοῖ τὴν ψιλὴν κατάκλισιν ἐπὶ τῆς εὐνῆς, εἴπερ καὶ τὸ κοι- μηθῆναι καὶ τὸ . . . . “ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον.” καὶ πάλιν “Εὐρυνόμη δʼ ἄρα χλαῖναν βάλε κοιμηθέντι” (Od. 20, 4). τὸ δὲ παννύχιοι ἐστὶ διʼ ὅλης νυκτός. ὥστʼ . . . . τὸν μὲν Δία μέρος ὑπνῶσαι, τοὺς δὲ . . . . βαθὺς, ὥστε δύναιτʼ ἂν ὑπνῶσαι μὲν, μὴ βαθεῖ δὲ ὕπνῳ.