Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

535. ἐπερχόμενον — ἔσταν] ἀντὶ τοῦ ἐπερχομένου. ἄμεινον δὲ καὶ ἦλθον γράφειν· τοῦτο γὰρ ἐναντίον τῷ μεῖναι καὶ πλείονος τιμῆς ἐχόμενον.

538. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα· ἢ διὰ τοὺς αἰ- γιαλούς. ἁλίοιο δὲ γέροντος ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε κασίγνηται Νηρηΐδες” (Il. 18, 52).

539. αὐτίκα κερτομίοισι] τοῖς τὸ κέαρ μειοῦσι, κατὰ ἀποκοπὴν τοῦ ε. γυνακεῖα δὲ ἄμφω, τό τε ὑπονοῆσαι καὶ τὸ μὴ ἐπισχεῖν τοὺς λόγους.

540. δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ τὴν κλητικὴν εἰς α ἔχοντα προπερισπᾶται. ἀγκυλομῆτα, πεδῆτα, πλὴν τοῦ ἀκάκητα.

541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς ἀπεόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι. “σφῶῖν μέντʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (Il. 4, 341) ἀντὶ τοῦ ἐοῦσιν.

542. δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα αὐταῖς ἀνακοι- νοῖντο οἱ ἄνδρες. ἀρχοντικὸν δὲ τὸ δικάζειν.

544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μἐν γάρ ἐστι πατὴρ καθʼ Ὀμηρον Ἀπόλλωνος, Πφαίστου, Ἄρεως, ῦρμοῦ, Διονύσου, λαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρ- [*](17. γέροντος] om. 32. *οτος] om.)

78
πηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρα- κλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλῶν πατέρες εἰσὶ καθʼ Ὅμηρον, ἀλλʼ οὐ θνητῶν, οἷον Κρόνος μὲν Διὸς, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενὸς, θνητοῦ δὲ τοῦ Κύκλωπος, τοῦ Ἐφιάλτο'υ, τοῦ Ὤτου.

545. μὴ δὴ πάντας] θεσπίζει μὴ πάντα ὀφείλειν αὐταῖς κοινοῦ- σθαι, ὅπως εἰ καί τι μάθοιεν, ἀγαπῷεν. ἀκόλουθα δὲ τούτοις καὶ τὰ παρὰ Ἀγαμέμνονος πρὸς Ὀδυσσέα λεγόμενα “ἀλλὰ τὸ μὲν φάσθαι ἔπος, τὸ δʼ ἐνὶ φρεσὶ κεύθειν” (Od. 11, 443).

547. πράως διαλεγόμενος ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ, πρῶτον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.

552. ποῖον τὸν μῦθον] τὸν ποῖον μῦθον, Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου τῷ πύσματι.

553. ἄμφω διὰ τοῦ τ, ἵνʼ ᾖ ἐμφαντικὸν δὶς λεγόμενον. καὶ ἐν τῇ ἀπολογίᾳ δὲ μέμφεται ὡς ἀεὶ ἰδιάζοντος αὐτοῦ. ἔθος δὲ γυναιξὶν ἀρνεῖσθαι ὅτι ποτὲ παρηνώχλησαν τοῖς ἀνδράσιν.

554. εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω, εὑρί- σκω. τὸ γὰρ εὖσεν ἀπὸ τοῦ εὔω.

ὥσσ᾿ ] φασὶ τρία σημαίνειν τὴν λέξιν, τὸ τινά, τὸ ἅτινα, τὸ ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν τοῦ ὅτε δηλοῖ τὸ ἅτινα· τότε γὰρ δασύνεται, καὶ ἔστι κατὰ Ἡρωδιανὸν δύο μέρη λόγου, τὸ ἃ ἄρθρον καὶ τὸ σά Μεγαρικὸν, δηλοῦν τὸ τινά. ἐν δὲ τῷ προκειμένῳ στίχῳ ψιλοῖ τὸ ἄσσα, καὶ ἀξιοῖ δηλοῦν τὸ ὅσα.

557. ἠθικῶς δεδοικέναι φησὶ μὴ πλεονεκτηθῇ ὑπὸ Θέτιδος. τὸ δὲ κατανεῦσαι καὶ τὸ ἠερίη ἐλεγχούσης εἰσίν.

561. δαιμονίη] μακαρία, ἐν σαρκασμῷ. τὸ δὲ ὀΐεαι ἀπὸ τοῦ οἴει. ἔχει δὲ διαιρέσεις δύο.

563. ῥίγιον ἔσται] ἡ γὰρ ἄγνοια οὐ τοσοῦτον λυπεῖ ὅσον τὸ ἀπο- θύμιον εἶναι.

564. εἰ δʼ οὕτω] εἰ συνεθέμην δὲ, πάντως τοῦτο κατὰ τὸ ἐμοὶ ἀρέσκον ἐποίησα. ἀρχοντικῶς δὲ οὔτε συντίθεται οὔτε ἀρνεῖται.

[*](566. μή νύ τοι] νῦν μὲν λόγοις αὐτὴν ἀποκρούεται, ἑτέρωθι δὲ 10. πράως] *πραόνως 13. * ποῖον] ὁποῖον 11. *βιωτικῶν] βιωτικὰ 15. *δὶς] δεύτερον μιμητικὰ] * μιμήματα)
79

καὶ ἔργοις κολάζει, διδάσκοντος ἴσως τοῦ ποιητοῦ ὅτι ἀφόρητον ἂν εἴη γυνὴ μὴ καθʼ ὥραν ἐπιτιμωμένη. ἀποπαύει δὲ διὰ τούτου καὶ τὴν τῶν λοιπῶν πολυπραγμοσύνην.

568. ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω, ὃ σημαίνει τὸ βλά- πτω, κατʼ ἔλλειψιν τοῦ καὶ πλεονασμὸν τοῦ α, ἀάπτους, ἃς οὐδεὶς βλάψαι δύναιτο, ἢ κατʼ ἐπίτασιν τὰς δυναμένας μεγάλως βλάψαι. τινὲς δὲ, ὧν οὐδεὶς ἅψαιτο. ἢ ἀπτοήτους.

569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἕζω ἧσμαι ἥσμην ἧσο ἧστο, οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν τόνον, κατῆρ- μαι κατῆρτο. οὕτως καθῆστο. ἐπιγνά μψασα δὲ τὸ ἀκουσίως πεισθεῖσα δηλοῖ. φίλον δὲ τὸ ἴδιον, ὡς “φίλα εἵματα” (Il. 2, 261). διδάσκει δὲ ὡς καὶ τὰ λίαν ἀσθενῆ μὴ κολαζόμενα λίαν εἰσὶν ἀφόρητα.

571. *Ἥφαιστος] Ἥφαιστος ὁ θεὸς καὶ τὸ πῦρ. ὅτι Ἑρμοῦ βασιλεύσαντος εἰς Αἴγυπτον καὶ θανόντος Ἥφαιστος παραλαμβάνει τὴν βασιλείαν ἡμέρας ᾳχπ, ὡς γίνεσθαι ἔτη δ΄, μῆνας ζ΄, ἡμέρας η΄. οὐκ ᾔδεισαν γὰρ τότε Αἰγύπτιοι ἐνιαυτοὺς μετρῆσαι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτὸν ἔλεγον. ἦν δὲ μυστικὸς καὶ πολεμικὸς, διὸ καὶ θεὸν αὐτὸν ἐκάλουν· ὅστις πολεμῶν ἐπλήγη τὸν πόδα καὶ γέγονε χωλός. ἔθηκε δὲ καὶ νόμον τοῖς Αἰγυπτίοις σωφροσύνης· οὐκ ᾔδεισαν γὰρ μονανδρεῖν αἱ τούτων γυναῖκες. ὑπὸ δὲ μυστικῆς εὐχῆς τὴν ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, δι᾿ ἧς κατεσκεύασεν ἀπὸ σιδή- ρου ὅπλα πολεμικὰ καὶ γεωργικὰ ἐργαλεῖα· πρὸ γὰρ αὐτοῦ μετὰ ῥοπάλων καὶ λίθων ἐπολέμουν.

εἰ μὲν ἄνθρωποι ἦσαν, διὰ πρεσβυτικοῦ προσώπου τὴν στάσιν ἔλυεν· ἀλλʼ ὅρα τὸ ἀξίωμα τοῦ Διός. Ποσειδῶν γὰρ συμβου- λεύων ἔδοξε παραλέγειν διʼ Ἕλληνας· ἄλλως τε καὶ αἰτίαν ἔχει εἰς Θέτιν. ὁμοίως καὶ Ἀθηνᾶ. βιωτικῶς οὖν διὰ τοῦ παιδὸς λύει τὴν στάσιν καὶ τὸ κατηφὲς τοῦ συμποσίου, γελώμενον παρεισάγων τὸν Ἥφαιστον. καιρὸν δὲ δίδωσι Διὶ, χάριτας εἰδὼς τῇ Θέτιδι· “εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ” (Il. 18, 398).

[*](6. *ἐπίτασιν] ἔλλειψιν τοῦ στερη- 23. ὀξυλάβην] V. ad 18, 477. τικοῦ 27. ἔλυεν] *ἔλυσεν 10. κατῆρμαι κατῆρτο] *εἶργμαι γὰρ—ἔδοξε παραλέγειν] *μὲν γὰρ καθεῖργμαι ἧγμαι κατῆγμαι ἔδοξεν ἂν θωπεύειν 11. οὕτως] * οὕτως οὖν καὶ τὸ)
80

572. ἔρανον καὶ ἤρανον, ὡς ἔχω ὄχανον· τὰ ἤρανα, καὶ κατὰ ἀποκοπὴν ἦρα. Ἀρίσταρχος δὲ ὑφʼ ἕν φησιν. ἀντὶ δὲ τοῦ λευκω- λένῳ Ἥρῃ ὤφειλεν εἶναι τετιημένῃ ἦτορ.