Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
362. τέκνον, τί κλαίεις] φυσικῶς φθέγγεται, καὶ τῶν κοινῶν ὀνο- μάτων οὐκ ἐξίσταται. ἕνα γὰρ ἔχουσα, καὶ τοῦτον ἄθλιον, πῶς ἂν αὐτὸν ἄλλως καλέσειεν; ἔστι δὲ καὶ ἡ πεῦσις σύντομος, ὡς ἂν μαθεῖν ἐπειγομένης.
363. εἴδομεν] ἀνθʼ ὑποτακτικοῦ μέν ἐστιν, ἀλλʼ ἡ συστολὴ ἀνέ- δωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. ἐν δὲ τῇ τοιαύτῃ τῶν λόγων ἀνακοινώσει κουφίζεται τοῦ βάρους ἡ ψυχή.
364. στενάχων] ὁ Σιδώνιος περισπᾷ, ὁ δὲ Ἀρίσταρχος βαρύνει. τὰ πολλὰ γὰρ, φησὶ, κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95)· “ἐπεστενάχοντο δʼ ἑταῖροι” (Il. 4, 154).
365. οἶσθα] ἄκρως ἐνέφηνε τὸ βαρύθυμον διὰ τοῦ προοιμίου. καὶ πρὸς εἰδότας δὲ ἔθος λέγειν ἐπικουφίζοντας τὴν ὀδύνην.
366. ᾠχόμεθ᾿] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρα δὲ διηγήσεων εἴδη, ἃ καὶ ἰδέαι· ὧν τὸ μὲν ὁμιλητικὸν, ὡς ὅταν παρά τινός τις ἀκούσας πάλιν αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο πατρός” (396). τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν [*](12. θεᾶε] *θεοῦ 34. *πάλιν αὐτὰ] αὐτῷ )
368. δάσσαντο μετὰ σφίσιν] κοινωνὸν μὲν ἑαυτὸν ἐν τοῖς κατορ- θώμασί φησιν, ἐν δὲ τῷ δάσσαντο χωρίζει. τὸ δὲ σφίσιν ὀρθο- τονητέον, ἐπειδὴ ὡς σύνθετον παραλαμβάνεται, καὶ ὅτι προθέσει συντέτακται.
374. ἐλίσσετο] οὐ προσέθηκε τοὺς λόγους οὓς οὗτος ἔφησεν· οὐ γὰρ ἀναγκαῖον νῦν. ἢ καὶ διὰ τὸ μῆκος ἀπέφυγεν.
383. ἐπασσύτεροι] παρὰ τὸ ἆσσον ἀσσύτεροι ὡς παῦροι παυρό- τεροι.
386. ἐγὼ πρῶτος] ὡς καὶ τῶν ἄλλων τοῦτον ἐχόντων τὸν σκοπόν.
393. εἰ δύνασαί γε] οὐ διστάζων, ἀλλὰ σχετλιάζων φησίν· εἴ γέ σοι κἂν τοῦτο χαριεῖται ὁ Ζεύς.
394. λίσαι] ἀπὸ τοῦ ἔλισα, ὅθεν καὶ ἐλισάμην.
396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα] δικαίως ἡ αἰτία ἡμῖν εἴρηται τῆς ἀποστάσεως Διὸς, ὅπως μὴ δοκῇ εἶναι μισέλ- λην ὁ Ζεύς· οἱ δὲ βασιλεῖς θεοποιοῦντες αὑτοὺς τοιαῦτα περὶ θεῶν [*](1. * διηγῆται] διηγοῖτο 25. παῦροι παυρότεροι] *ἀφάρτε- 2. * ὑποστατικὸν] ὑποτακτικόν ροι παροίτεροι ἢ ἑκάτεροι 6. ἀπολῦσαι] *αὐτὸν ἀπολῦσαι 32. *μισέλλην] ὡς ἔλλην )
397. κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.
399. τί ποτε ἄρα βουλόμενος ταῦτα ἔπλασε, πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοστον, εἴ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποσειδῶν ἐβού- λοντο συνδῆσαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖσα, οἱ δὲ ἀδελφοῖ; διὸ καὶ ἀντὶ τῆς Ἀθηνᾶς τινὲς γράφουσι καὶ Φοῖβος Ἀπόλλων, ὥσπερ οὐ τοῦ αὐτοῦ μένοντος ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάσσουσι τὰ ἔπη· “οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, Ἥρη τʼ ἠδὲ Ποσει- δάων καὶ Παλλὰς Ἀθήνη, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.” ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνωνται βοηθήσαντες αὐτῷ μετὰ Θέτιδος, ἄλλοι δέ τινες οἱ ξυνδῆσαι θέλοντες· καὶ μύθους δὲ λέγου- σιν ἐπὶ τούτοις πολλούς. μάχεται δὲ τοῖς ἐναλλάσσουσι τὸ “οἴη ἐν ἀθανάτοισι.” πῶς γὰρ τοῦ ποιητοῦ λέγοντος ὅτι μόνη, ἐνδέχεται καὶ ἄλλους ἐπεισάγειν βοηθούς; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν; καὶ πῶς οὗτος βίῃ τοῦ πατρὸς ἀμείνων; δεῖ τοίνυν φυσικόν τινα μᾶλλον ἐν τούτοις ὑπονοεῖν λόγον· Δία γάρ φησι τὴν ἄκρατον θερ- μασίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶς αἰτίαν, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βριάρεων τὸν ἥλιον (πάντων γὰρ τῶν ἄστρων φωτεινότατός ἐστι), Θέτιν δὲ τὴν θέσιν καὶ φύσιν τοῦ παντός. τοῦ ἡλίου τοίνυν ἀφισταμένου ἐπὶ τὰ μεσημβρινὰ, ψύξεως γινομένης ἐν τοῖς καθʼ ἡμᾶς μέρεσι, συμβαίνει τὸν ἀέρα, φύσιν ἔχοντα μεταβάλλειν εἰς ὕδωρ, τότε μάλιστα ἐξυγραίνεσθαι πλέον καὶ δυσχείμερον γίνεσθαι. Ποσειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθη- νᾶν διὰ τοῦτο βουλομένους συνδῆσαι τὸν Δία φησὶν, ἐμφαίνων, ὡς ἔφην, τὴν χειμερινὴν κατάστασιν, ἐν ᾗ συμβαίνει τὸ ψυχρὸν ἐπικρα- τέστερον εἶναι τοῦ θερμοῦ. ἀλλʼ ἡ Θέτις ἀνάγουσα τὸν ἥλιον ἐπὶ τὰ [*](8. *τὴν] κατὰ τὴν 25. *τοῦ εἶναι] τοῦ om.)
399. * εἴποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ— ὁππότε σε ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] σκοπῶμεν οὖν εἴπερ ἐν τούτοις τοῖς ἔπεσιν ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις καὶ φυσικω- τέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἀφιλόνεικος ἁρμονία τὰ τέσσαρα στοι- χεῖα διακρατῇ μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλʼ ἑκάστου κατʼ ἐμμέλειαν ἣν εἴληχε τάξιν οἰκονομοῦντος ἀκινήτως ἕκαστα μένειν. εἰ δʼ ἐπικρατήσει ἓν τῶν αὐτῶν καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχΰι μετʼ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ζέσαντος ἁπάντων ἔσε- σθαι κοινὴν ἐκπύρωσιν. εἰ δ᾿ ἀθρόον ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων οὖν τῶν ἐπῶν μέλλουσάν τινα ταρα- χὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει. Ζεὺς γὰρ ἡ δυνατωτάτη φύσις ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν τοῦ ἀέρος, Ποσειδῶνος δὲ τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ τῆς γῆς, ἐπεὶ δημιουργός ἐστι τῶν ἁπάντων καὶ θεός. ταῦτα μὲν τὰ στοιχεῖα πρῶτον μὲν συγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν. εἶτα συγχύ- σεως παρὰ μικρὸν αὐτῶν γιγνομένης εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δʼ αὐτὴν εὐλόγως ὠνόμασεν. αὕτη γὰρ ὑπεστήσατο τὴν τῶν ὅλων εὔκαιρον ἀπόθεσιν ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμ- μαχος δʼ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις. τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα πῶς ἂν ἄλλως δύναιτο πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθήναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.
[*](5. εἴποτε —] Scholion hoc ex- ἐπικρατήσει ἐν τῶν αὐτῶν] ἐπικρα- cerptum est ex Heracliti Alleg. τήσειεν ἕν τι τῶν ἄλλων Mehler. c. 25 p. 32 ed. Mehl. 14. παρέλθοι] παρελ 9. οἱ δοκιμώτατοι] οἱ δοκιμώτατοι 15. ὑπείξειν Heracl.] ὑπείξει φιλόσοφοι Heracl. 10. διαμονῆς addidi ex Heracl. In 17. ἀπολεῖσθοι Heracl.] ἀπολέ- B lacuna. σθαι 19. ἄλλων Heracl.] ὅλων 11. διακρατῇ] διακρα 21. θεὸς] θεὸς ἐργάνη Heracl. 12. κατʼ ἐμμέλειαν seclusit Mehl. ταῦτα μὲν] ταῦτα δὴ Heracl. 13. μένειν] μενεῖν Mehler. 27. ἂν Heracl.] om. )400. Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη] πιθανῶς τοὺς Ἀχαϊκοὺς θεοὺς ἠχθρευκέναι Διΐ φησιν, ἵνʼ ἀκούοιτο Θέτις. τινὲς δὲ ἀντὶ τοῦ Ἀθήνη γράφουσι καὶ Φοῖβος Ἀπόλλων· τοῦτον γὰρ εἰκὸς ἠχθρευκέναι Διὶ, μὴ φέροντα τὸν ζῆλον τῆς ἐκείνου τυραννίδος. ὅθεν Ἥραν μὲν δεῖ, τοὺς δὲ Λαομέδοντι ὑποτάσσει. οἱ δὲ Ἥραν μὲν διὰ τὸ πολλαῖς μίγνυσθαι, Ποσειδῶνα δὲ διὰ τὸ εἰς τὴν διανομὴν πεπλεονεκτῆσθαι, Ἀθηνᾶν δὲ διὰ τὸ ἀναγκασθῆναι ζευχθῆναι Ἡφαί- στῳ. ἢ διὰ τούτου τὴν τῶν στοιχείων παλαιὰν σύγχυσιν δηλοῖ, Δία τὸ πῦρ, Ποσειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν· ὀργανικὴ γάρ ἐστι καὶ ἐπινοητικὴ τῶν ἁπάντων. μόνον γὰρ τὸ πῦρ ἐν αὐτοῖς καθαρὰν καὶ ἀμιγῆ τὴν φύσιν ἔχει.
403. ὃν Βριάρεων] ὡς μουσοτραφὴς καὶ τὰς παρὰ θεοῖς ἐπίσταται λέξεις. ἢ τὰ τελεώτερα θεοῖς ἀνατίθησιν.
407. λαβὲ γούνων] κεφαλῆς μὲν λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· τῆς δεξιᾶς δὲ ὅτι πρακτικόν· γονάτων, ὅτι διʼ αὐτῶν ἐπικλᾶται τὸ σῶμα, εἶτα ἡ ψυχὴ καὶ οἱ λόγοι.
407. * διὰ τί εἰδὼς ὁ Ἀχιλλεὺς χάριν προσοφειλομένην τῇ μητρὶ ὑπὸ τοῦ Διὸς οὐκ εἰς τὴν νίκην τῶν Ἑλλήνων κέχρηται ταύτῃ, ὅτε, φησὶ, “πολλὰς ἀΰπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέ- πρησσεν πολεμίζων” (Il. 9, 325), εἰς δὲ ἀπώλειαν αὐτῶν κατακέ- χρηται ταύτῃ, καίπερ οὐκ αἰτίων τῆς ἀτιμίας αὐτῷ γεγονότων τῶν Ἑλλήνων, ἀλλὰ τοῦ Ἀγαμέμνονος. εἴπερ οὖν ἔδει κατὰ φίλων ἀδικησάντων χρήσασθαι τῇ παρὰ Διὸς ἐπικουρίᾳ, κατὰ τοῦ Ἀγαμέμνονος δίκαιον ἦν τοῦτο, ἀλλʼ οὐ κατὰ τῶν ἄλλων Ἑλλή- νων. τὸ μὲν οὖν μὴ ὑπὲρ τῶν Ἑλλήνων χρήσασθαι τῇ τῶν χαρίτων παρὰ Διὸς ἀποδόσει οὐδὲν ἤπειγεν αὐτοῦ τοῦ Διὸς ἀστράπτοντος ἐπιδέξι᾿ ἐναίσιμα σήματα φαίνοντος καὶ πάντων πεπεισμένων ὅτι κατένευσεν ὁ Ζεὺς τὴν Τρωϊκὴν ἀπώλειαν. εὐημερούντων οὖν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς ἀπαιτεῖν παρὰ τοῦ ἐπινεύσαντος τὴν ἧτταν τῶν πολεμίων, ὀργισθέντα δὲ τοῖς ἀδικήσασιν αὐτὸν μετα- βαλεῖν τὴν τοῦ Διὸς γνώμην ἄλλως οὐκ ἐνῆν ἢ διὰ χαρίτων ὀφει- λομένων ὑπομνήσεως καὶ τὸ μὲν νικῆσαι τοὺς Ἕλληνας εἰς τοὺς Ἀτρείδας ἔχει τὴν ἀναφορὰν, τὸ δὲ ἀποστρέφειν τὴν τοῦ Διὸς συμ- μαχίαν ἐκ τῶν Ἑλλήνων εἰς αὐτὸν εἶχε τὸ τέλος. εἰς τὰ αὐτῷ τοίνυν [*](2. *Διὶ] om. (διʼ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα) 5. δεῖ] * δέει ἐπικλᾶν οἰωνιξόμενοι τὴν ψυχὴν τοῖς 15. γονάτων—οἱ λόγοι] *γονάτων λόγοις )
καὶ πῶς ταύτην οὐκ ᾔτει τὴν δόξαν, ὅτε φησὶ “πολλὰς ἀΰπνους νύκτας ἴαυον” (Il. 9, 325); ὅτι ἡ δόξα εἰς Ἀγαμέμνονα ἀνέτρεχεν. εὐημερούντων τοίνυν τῶν οἰκείων οὐκ ἔδει χαρίτων ἀμοιβὰς αἰτεῖν, ἐπεὶ δὲ ὠργίσθη, αἰτεῖ τὴν τοῦ Διὸς, καὶ εἰ ἔμελλε τρέψαι τὴν τοῦ Διὸς βουλὴν κατὰ τοῦ Ἀγαμέμνονος ὡς ἀδικήσαντος ἐχρῆν τρέψαι οὐχὶ κατὰ πάντων, ὅτι, φησὶ, διὰ τὴν ἀχαριστίαν αὐτῶν τοῦτο ποιεῖ
410. ἐπαύρωνται] ὅτι ἐπὶ κακοῦ τὸ ἀπολαῦσαι καὶ κατʼ εἰρωνείαν εἴρηται παῤ αὐτοῦ.