Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

311. εἷσεν ἄγων] ἀναγαγὼν τὴν Χρυσηΐδα εἷσεν. ὁ μετὰ δώρων δὲ αὐτὴν μὴ διδοὺς μετὰ προσθήκης ἀποδίδωσιν, ἐξυπηρετούμενος πρὸς δυσώπησιν τοῦ θεοῦ.

312. κέλευθα] τὰς ὁδούς. ὡς ἀπὸ τοῦ δίφρους δίφρα, οὕτως ἀπὸ τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. διὰ τί δὲ μὴ καθα- ροὺς ἐκπέμπει; ὅτι προυργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.

314. οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον] ἀπεκα- θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα ἔβαλλον. Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά ἐστιν ὁλόκληρον.

316. ἀξιοπρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελούμεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας.

317. κνίση δʼ οὐρανὸν ἷεν] ὑπʼ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστι- κῶς.

320. Εὐρυβάτης] ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης (Il. 2, 184) καὶ ἄλλος οὗτος.

321. ὀτρηροί] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες λέγονται.

322. ἔρχεσθον κλισίην] ὑβριστικὸν τοῦτο. οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς ἑαυτοῦ οὖσαν ἄγειν. βασιλικὸν δὲ καὶ τοῦτο, τὸ διʼ ἄλλων πειρᾶσθαι, καὶ οὕτως ἐπιχειρεῖν.

324, 325. δῴῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ. τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην.

[*](20. *αἱ] om. 33. ἐάν ἐστιν] Soloece pro ἐὰν ᾖ )
54

323. βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· “πάντες δέ με πεφρίκασιν” (Il. 24, 775) ἀντὶ τοῦ βδελύσσονται.

326. κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε] ἐπέτελλεν, συνεχῶς ἐπέταττεν.

327. τὼ δʼ ἀέκοντε] εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι, καὶ πρὸς ὃν ἀποστέλλονται.

329. παρά τε κλισίῃ] πλησίον τῆς σκηνῆς. νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἔδρας δηλοῖ.

330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] μεμετρημένη ἡ διάθεσις, οὔτε πλέον λυπουμένου, ἀγενὲς γὰρ, οὔτε ἧττον, ἀσυμπαθὲς γάρ. εὖ δὲ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητὴς ἀεὶ, αἰδὼ καὶ φόβον, δηλοῖ· “αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός τέ” (Il. 3, 172). τὸ δὲ ταρβήσαντε διὰ τὴν ξιφουλκίαν.

332. τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν, τὸ δὲ θωπεῦσαι δουλο- πρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ εἰς τὴν τραγῳδίαν παρή- γαγεν.

334. ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἡ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν, ὃς ἄγγελος Διός. καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλὰ ἀνδρῶν καὶ Διὸς, οἷς δικαίως ὑπηρετοῦσι· τούτῳ γὰρ ἀδίκως. κοινὸς δὲ ὁ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰς θυσίας προετοιμάζοντες.

335. ἆσσον ἴτ᾿] διὰ σχήματος ἐδήλωσεν ὡς τῷ δέει οὐ προέκοψαν. τιμήσαντες οὖν ἀντιτιμῶνται.

ὔμμες ἐπαίτιοι] πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέ- ρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφὴ “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα” (Il. 4, 249).

386. ὃ σφῶϊ] διʼ ἑνὸς σ ὃ σφῶϊ, ὁμοίως τῷ “καὶ θώρηχʼ, ὃ γὰρ ἦν οἱ” (Il. 18, 460).

337. Πατρόκλεος ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια.

338. μάρτυροι ἔστων] μαρτυρεῖν αὐτοὺς ἐγκελεύεται, ὅπως μὴ δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ δὲ [*](3. *ἐπέτελλεν] ἐπὶ ἔτελλεν 13. *αἰδὼ] φειδὼ 7. *νηός] om.)

55
ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ τῇ ἀφαιρέσει.