Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

751. λοισθήιʼ λοισθῆϊ ἔθηκε margo ext. a m. rec.

753. ὅτι Ζηνόδοτος γράφει πειρήσεσθον, τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον.

757. ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας. ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, ἐπὶ στίχον ἵστανται κεκληρωμένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων ἐξ ἴσου ὄντων.

759. *ἔκφερʼ παρὰ Ζηνοδότῳ ἔκθορʼ Ὀϊλιάδης.

760. ὡς δʼ ὅτε τις ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπʼ ἄλλης ἀρχῆς τοῖς ἑξῆς. ἥ τε διαφορὰ παρὰ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολὴ, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.

765. *ἐκ κεφαλῆς γρ. κὰδ δʼ ἄρα οἱ κεφαλῆς. ἀϋτμένα ὡς ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἀπλᾶ ὀξύνεσθαι θέλει.

767. *ἱεμένῳ ἐν ἄλλῳ ἱέμενοι.

772. γυῖα δʼ ἔθηκεν ἐλαφρά ὅτι ἐπὶ Διομήδους ὀρθῶς ἐτέτακτο (Il. 5, 122)· ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν;

*ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσσεύς.

774. Αἴας μὲν ὄλισθε ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει. στόμα οὖν κεχηνὼς ἔτρεχε. ὁ δὲ τὸν πρεσβύτην λαβραγόρην εἰπὼν (474) κατὰ τοῦ στόματος κολάζεται.

783. μήτηρ ὣς βραχὺ διασταλτέον μετὰ τὁ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον.