Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

26. εγαλωστί Ἀνακρέων ἱρωστί, Φερεκράτης ταχεωστί ἀντὶ τοῦ ταχέως.

28. * περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα τοῦ Πατρόκλον.

*δμωαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο.

33. ὁ δʼ ἔστενε κυδάλιμον κῆρ τοῦτο διὰ μέσου. τὸ γὰρ ἑξῆς “χεῖρας ἔχων Ἀχιλῆος· δείδιε γάρ.”

34. *ἀποτμήξειε οὕτως Ζηυόδοτος. Ἀρίσταρχος ἀπαμήσειε. δείδιε γὰρ μὴ λαιμόν ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ λαιμὸν ὁ Ἀχιλλεὺς, ἢ τὸν Ἀντιλόχου.