Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

20. κεῖται Πάτροκλος προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τὰ δεινὰ τοῖς ἀκούουσιν ἐξίστησιν.

21. ἀτὰρ τά γε τεύχεʼ ἔχει δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον πρᾶγμα, ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ γὰρ ἔφη, σκυλεύσας τὰ ὅπλα ἔχει, ἀλλὰ μόνον ἐσήμανεν.

22. τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε Πλάτων ἐν τρίτῳ πολιτείας κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωΐλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτʼ ἂν βάρβαρος τιτθὴ ἐποίησεν. καίτοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν. Ζηνόδωρος δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ βίῳ· “τοῦτό νυ καὶ γέρας οἶον ἰϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν” (Od. 4, 197).

ἄλλως. εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλεύς μεῖζον δὲ τὸ πάθος ἔδειξε δακρύσας.

[*](5. ἴμεν] ἰέναι, ut in textu. 25. τιτθὴ] τιθὴ ἐν Bekkerus] ἐκʼ 28. τῷ] τῷ τε. Sic ἐν τῷ βίῳ)[*](7. Ἀρίσταρχος (ἀρισ A)] *Ἀρί- p. 154, 9. σταρχος καὶ Ἀριστοφάνης)
149

23. *κόνιν ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κόνιν λέγει· διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει.