Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
44. ἀκμῆτες ὡς ἀδμῆτες· καὶ καθόλου, ὅσα ἀπὸ παρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον ἰθυτμής. μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου, καὶ δύο σύμφωνα πρὸ τοῦ 8, φλεβοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής.
44, 45. * οἱ ἀστερίσκοι, ὅτι ὑπὸ Νέστορος οὐκ ὀρθῶς λέγονται (Il. 11, 801).
446. ἡ μὲν συνήθεια ἀνεπιτηδεύτως συνάπτει ἄχρι τοῦ μέγα νήπιος· τάχα δʼ ἂν μείζων γένοιτο ἡ ἔμφασις, εἰ καθʼ ἑαυτὸ λέγοιτο τὸ μέγα νήπιος.
ὅτι καὶ νῦν τὸ ἔμελλε σαφῶς οὐκ ἐπὶ χρόνου· οὐ γὰρ ἔμελλε λιτανεύσειν, ἀλλʼ ἐλιτάνευσεν. ἔστι δὲ ἀντὶ τοῦ ἐῴκει. καὶ ὅτι διὰ μέσου ἀναπεφώνηται τὸ “ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι,” ὡς καὶ ἐν Ὀδυσσείᾳ (1, 18) “οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισιν.”
47. ὁ Ἀσκαλωνίτης ἀξιοῖ ὁμοίως τῷ λίσσεσθαι, ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ ὁριστικοῦ τοῦ λίττομαι. εἰσὶ δὲ οἱ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δʼ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος· τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὑτῷ θάνατον λίσσεσθαι. δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ [*](1. ὁμοῖα] om. Lobeckius Paralip. p. 237] ὅσα) [*](5. ἀμείνων] ἄμεινον παρακείμενον—ἰθυτνής) [*](9. καὶ ἀποβολῆ τοῦ ε ἴσκω addidit 16. φλεβοτμής, ἀβλής, προβλής Bekkerus. Bekkerus] λεμοτμής, ἀβλαβής, προ-) [*](12. ὅσα ἀπὸ παρακειμένου—ἰθυτμής βλής)
50. * Ἀρίσταρχος εἴ τινα οἶδα διὰ τοῦ ει.
53, 54. ὁππότε δὴ τὸν ὁμοῖον τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον, ἵνα τὸ προβεβήκει στίζωμεν, ἢ τοῖς ἑξῆς, ἵνα τὸ μὲν ἱκάνει στίζωμεν, τὸ δὲ προβεβήκει ὑποστίζωμεν.
56. κούρην ἥν ταῦτα ἀπʼ ἄλλης ἀρχῆς· παραδιηγεῖται γὰρ τὰ γεγονότα. ὑποστικτέον δὲ ἐπὶ τὸ Ἀχαιῶν καὶ πέρσας.
57. ἡ διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατὰ τὸ ἐνεργητικὸν, ἀντὶ τοῦ ἐκτησάμην. καὶ ἐν Ὀδυσσείᾳ (2, 102) “πολλὰ κτεατίσσας” ἀντὶ τοῦ κτησάμενος.
ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι. τὰ γὰρ παρʼ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος “ἀγχιβαθὴς δὲ θάλασσα” (Od. 5, 413). τὸ η παρῃτησάμην διὰ τὸ μῆκος εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ [*](1. τὸ Lehrsius] τῷ 20. δίστιχον] διστίχιον Friedl.) [*](6. ἃ εἶχε Lehrsius] καὶ εἶχε Sic in scholio ad 17, 224.) [*](11 ὁ] om.) [*](33. μῆκος Monro] μὴ)
59. *ὅτι ἀντὶ τοῦ ἀτιμήτου μετανάστου, ὡς τὸ “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299) ἀντὶ τοῦ ἐμοῦ.
60. *ὅτι τὸ ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.
61. *βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσίν συντάττειν.
*ὅτι τὸ ἔφην γε ἀντὶ τοῦ διενοήθην.
62. *πρὸς τὸ μηνιθμόν, ὅτι παραλλήλως τέταχε τῷ χόλῳ.
65. ἀναγκαῖαι αἱ διαστολαὶ, μάχεσθαι, ἐπικρατέως, Ἀρ- γεῖοι· στικτέον δὲ ἐπὶ τὸ θάρ συνος.
66. εἰ δή εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναύσταθμον. νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος.
68, *βραχὺ διασταλτέον μετὰ τὸ κεκλίαται πρὸς τὸ σαφέστερον.
69. Τρώων δὲ πόλις τὸ πλῆθος τῶν Τρώων. πόλις γὰρ διχῶς λέγεται, ἥ τε κατασκευὴ τῶν οἰκημάτων καὶ τὸ κατοικοῦν πλῆθος. πόλις οὖν ἀντὶ τοῦ οἱ πολῖται, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον.
70. *θάρσυνος ὅτι ἀντὶ τοῦ τεθαρσηκυῖα.
[*](4. αὐτὰρ ὁ διογενής] Ex cyclica εὐτείχης. Thebaide ap. Athen. 11 p. 405. 8. δώσομεν] δώσωμεν)[*](5. Πολυνείκης] πολυνίκης 10. δῷσι] δώσει πολυνεικής δῖʼ Ελένα Hermannus] 14. μετανάστου] Confusa sunt πολυνικὴς διελένα quae in alis scholiis de Aristarcho παγκρατὴς ἀλήθεια] Bacchylides aliisque editionibus traduntur: fr. 20.)[*](de quibus v. Mayhoff. de Rhiano)[*](6. πλοῦτος εὐρυσθενής] Pindari p. 40.)[*](Pyth. 5, 1.)[*](εἰ δὴ Εὐτείχης Vill.] εἰ δεῖ ἐστιν)[*](19. ὅτι addidit Bekkerus.)71. *οὕτως ἐναύλους διὰ τοῦ ν.
74. *ὅτι ἔοικεν ἀκηκοότι τὰ εἰρημένα ὑπὸ Διομήδους μετὰ τὴν πρεσβείαν.
75. *ἀπὸ λοιγὸν ἀμῦναι τὸ ἑξῆς ἐστὶν ἀπαμῦναι· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν.
76. *ὀπὸς ἔν τισι τῶν ὑπομνημάτων ἔπος ἔκλυον. διὰ τί ὁ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων “οὐ γὰρ Τυδείδεω Διομήδεος, οὐδέ πω Ἀτρείδεω;” ῥητέον οὖν ὅτι Ἀγαμέμνονος μὲν εἰκότως· ἦν γὰρ ἐχθρὸς αὐτοῦ· καὶ Διομήδους δὲ διὰ λόγους ὑβριστικοὺς, σὓς εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).