Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἐϋσσέλμοιο σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ καὶ σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρέτου ἐστί. σέλμα εὔσελμος ὡς σῶμα εὔσωμος. γέγονε δὲ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ ὁρμῶ. καὶ σέλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος.

3. μελάνυδρος βαθεῖα, σκοτεινή· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος. τὰ δὲ ἐξ ἐπιπολῆς ὕδατα λευκὰ, καθότι πλέον ταῖς τοῦ ἡλίου ἀκτῖσι καταυγάζεται.

4. αἰγίλιπος ὑψηλῆς, ἦς καὶ αἶγες ἀπολιμπάνονται διὰ τὸ ὕψος· [*](6. τι] Post τι una litera erasa, 25. *ὃ καὶ] καὶ om. haud dubie σ. In marg. exter. 28. σέλμος] *ὅλμος. σόλος Ber- adscriptum σὐ μεν τι glerus.) [*](15. ʼοἰκεία] om.)

91
ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη τὰ σκέλη αἱ αἶγες. οἱ δὲ τῆς μηδὲν φυούσης, κατʼ Ἀργείους· ὃ γὰρ ἀποτρώγει αἳξ, ἄσπορον αὐτὸ ποιεῖ. οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας.

9."*ὅτι ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα γυναικῶν.

10. *ποτιδέρκεται Ζηνόδοτος δακρυόεσσα δέ μιν προσδέρκεται.

12. *ἦ πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν.

13. ἐξ τὴν πρόθεσιν χωριστέον ἀπὸ τοῦ ἔκλυες· βραχὺ μέντοι παντελῶς τὸ διάστημα, ὡς κἀκεῖ, “ὑπερώϊον εἰς ἀναβᾶσα” (Il. 2 514) “μάχης ἐξ ἀπονέεσθαι.”

14. ενοίτιον Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα καὶ Τελαμῶνα· μιγεὶς δὲ καὶ ψαμάθῃ τῇ Νηρηΐδι γεννᾷ Φῶκον. τοῦτον Πηλεὺς ἀποκτείνας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας πρὸς Χείρωνα· Τελαμὼν δὲ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς ἀκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον ἔπεμπε πρὸς Πηλέα τὸν Χείρωνος θεῖον, ὃς αὐτὸν μετʼ Ἀχιλλέως ἔθρεψεν. ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.

16. *διὰ τοῦ η τεθνηώτων αἱ Ἀριστάρχου.

17. *ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀργείων.

20. *πρὸς τὴν τοῦ λόγου ἀποστροφήν.

24. * οὐτάμενοι ὡς ἱστάμενοι. προείρηται δέ.

ἐν νηυσὶ κέαται πρὸς τὴν σύλληψιν· οἱ μὲν γὰρ βεβλημένοι ἦσαν, οἱ δὲ οὐτασμένοι.

25. βέβληται ἀντὶ τοῦ ἐκ βολῆς τέτρωται. ἐζήτηται δὲ πῶς Πάτροκλος περὶ Μαχάονος μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον ὡς βεβαιοῖ τὴν Ἀχιλλέως πρόληψιν, ἵνα ἔλεον κινήσῃ, παραλιπὼν ὡς ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.

*Ἀριστοφάνης ἔξω τοῦ ἄρθρου, βέβληται μὲν Τυδείδης.

[*](4. γυναικῶν addidit Friedl. darus Isthm. 6, 65. V. Stiehle in)[*](11. *ὁ] om. Philologo vol. 4 p. 409.)[*](*Αἰγίνης] ἀγήνης 30. ἔλεον] *εἰς ἔλεον)[*](16. Περίβοιαν ex Apollod. Bibl. * κινήσῃ, παραλιπὼν] κινήσει—)[*](3, 12, 7] ἠερίβοιαν. Ἐρίβοιαν Pin- παραλιπεῖν)
92

28. ἰητροί ὅτι οὐ μόνοι οἱ περὶ Μαχάονα καὶ Ποδαλείριον συνεπεπλεύκεισαν ἰατροὶ, ἀλλὰ καὶ ἄλλοι πλείονες.

29. ὅτι νῦν ἀμήχανος, πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, οὐκ αὐτὸς μὴ δυνάμενος μηχανήσασθαι.

30. ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι.

31. ὅτι τινὲς γράφουσιν αἴνʼ ἀρετῆς, καὶ ἐκφέρουσι κατὰ τὸ περισπώμενον, ἵνʼ ᾖ πρότερον αἰνέ, εἶτα πρὸς τὰ κάτω τὸ ἀρετῆς, ἀρετῆς τί σευ ἄλλος ὀνήσεται. πιθανώτερον δὲ συνθέτως αἰναρέτη, ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων.

*τοῦτο καθʼ ἑαυτὸ προενεκτέον· μᾶλλον γὰρ ἐμφαίνει τὸν σχετλιάζοντα.

34. ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν. τοῦτο δέ φησι διὰ τὸ τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκληρόν. ὁ δὲ Ἡσίοδος καὶ χωρὶς τοῦ θάλασσά φησι “καὶ τοῖς οἳ γλαυκὴν δυσπέμφελον” (Th. 440).

37. Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι, τὰ γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα ὁμοίως εἰς τὸ πῦρ ἔβαλλεν· θεασάμενος δὲ Πηλεὺς ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν ἰατρικὴν τέχνην καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν· στρατευομένῳ δὲ ἐπὶ Ἴλιον τῷ Ἀχιλλεῖ προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ. τῆς μάχης ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

41. ὅτι τὸ ἴσκοντες ἀνάλογόν ἐστι τῷ κατὰ διαίρεσιν ἐΐσκοντες, ὁμοιοῦντες· “ἔϊκτο δὲ θέσκελον αὐτῷ” (Il. 23, 107). ἡ δὲ ἀναφορὰ πρὸς τοὺς ἀπεκδεξαμένους τὸ “ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν [*](6. τινὲς addidit Vill. 7. τὸ ἀρετῆς addidit Friedl.) [*](22. *ἄρκτων] ἄρκων)

93
ὁμοῖα” (Od. 19, 203)· τὸ γὰρ ἴσκεν ὑπολαμβάνουσι κεῖσθαι ἀντὶ τοῦ ἔλεγεν, οὐκ ὀρθῶς.

ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες· Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει, παρὰ τὸ ἐίσκω ἐκδεξάμενος. ἀμείνων δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν ἅν. ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδῶ εἶναι ὁ μέλλων εἴσω· καὶ ἄμα τῇ ἐπενθέσει τοῦ κ ἐίσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει.