Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. * Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ θυμός. ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ· “οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται” (Il. 21, 122).

*συναπτέον ἕως τοῦ θείοιο (25)· ἐν σχήματι γὰρ εἴρηται.

26. πεπιθοῦσα ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν“ῥηϊδίως πεπιθεῖν” (Il. 9, 184).

27. *Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει.

ἀτρύγετον ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ, ὑπὲρ τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

31. * ἀπολλήξῃς διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου.

33. *οὔτε παρὰ Ζηνοδότῳ οὕτε παρʼ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιττός ἐστιν.

37. Στυγὸς ὕδωρ ἐπεὶ ἡ Στὺξ καὶ κατὰ τὸν Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ, ὥς τινές φασιν, ἵτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ, ἣν ἐν Ἅιδου ὅρκον φρικτὸν αὑτῶν οἱ θεοὶ πεποίηνται [*](3. αἰθέρος Vill.] ἀέρος 9. μὐθον Bekk.] μἰθος) [*](5. ἀκοπίαστα] ἀκοπίἆ 16. *Ὁμηρικῆς] ἀρισταρ))

63
βουλήσει Διός. ἀπὸ δὲ τοῦ ἴστω νῦν τόδε γαῖα πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι· ἐνταῦθα γὰρ στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου.

41. μὴ δι’ ἐμὴν ἰότητα ἀντὶ τοῦ οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ, ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκσι. οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἄν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὡς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις, ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ “ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα τελείεται” (Od. 19, 303). τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.

μὴ διʼ ἐμὴν ἰότητα ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι συνεργεῖ κοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ ἀρνήσεως τῆς οὔ.

44. τειρομένους δʼ ἐπὶ νηυσίν ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ οὕτως ἐφέρετο, κτεινομένους δʼ ἐπὶ νηυσὶν ἰδών· καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους. ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως Ἡρακλέων.

45. * καὶ κείνῳ, ἐκ πλήρους Ἀρίσταρχος τὸν καί σύνδεσμον.

49. Ἀριστοφάνης μετὰ τοῦ σ βοῶπις· καὶ ἔστιν εὐφραδέστερον.

*περιττεύει τὸ ἔπειτα.

50. * ἀθανάτοισι καθίζοις ἐν ταῖς εἰκαιοτέραις ἀθανάτοισι θεοῖσι.

52. τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς.

53. *οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστοφάνης.

54. * κάλεσσον ἐν ἄλλῳ κέλευσον.

56. ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν ἀπὸ τούτου ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) ἀθετοῦνται στίχοι κβ', ὅτι οὐκ ἀναγκαίως [*](6. οὐ δἰ ἐμὴν γνώμην—βοηθεῖ] 15. κοιμήσασα Lehrsius] καὶ Seclusi verba ex praecedentibus κοιμήσασα. repetita.)

64
παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων, καὶ κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς· καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν “ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν.” ψεῦδος δὲ καὶ τὸ “φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος” (63)· οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· “ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι” (Il. 12, 125). ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγὴ, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν “εἰ δέ χʼ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται” (ib. 71). ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν “Ἴλιον αἰπὺ ἕλοιεν” (71)· πάντοτε γὰρ θηλυκῶς λέγει. ἔν τε τῷ “λισσομένη τιμῆσαι” φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλὰ ποδάρκη καὶ ποδώκη.

*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.

63, 64. *ὅτι ψεῦδος.

64. οὕτως, ἀνστήσει ὅν, αἱ Ἀριστάρχου· τινὲς δὲ ἀνστήσειεν ἑταῖρον διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ “Πηλείδεω Ἀχιλῆος” ἕως τοῦ “λισσομένη τιμῆσαι” (77) οὐδʼ ὅλως ἔγραφεν.

69. *ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις.

71. *ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον.

*Ἀρίσταρχος Ἴλιον ἐκπέρσωσιν.

72. *οὕτως Ἀρίσταρχος χωρὶς τοῦ σ, παύω.