Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

22. πρὸς τὸ ἀκέων, ὅτι ἀντὶ τοῦ ἀκέουσα ἐξενήνεκται. οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως, ὡς ὁ Ἀριστόνικος ἐν τοῖς σημείοις φησὶν, ὁμοίως τῷ “ἀλλʼ ἀκέων δαίνυσθε” (Od. 21, 89)· ὁ γὰρ Ἀπολλώνιος ἐν τῷ περὶ μετοχῆς ἀποδείκνυσιν ἀκριβέστατα ἐκ τῆς συντάξεως ὅτι οὐ δύναται εἶναι ἐπίρρημα μεσότητος.

23. * σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.

[*](11. κατὰ Bastius ad Greg. p. 69] οὖ πως. μετὰ 23. ὅτι addidit Cobetus, nisi 13. *μόνου] om. scribendum sit πρὸς τὴν καθέδραν— 22. εἰ δʼ οὔτως] Sic A im scholio ὅτι ὑποτίθεται—. et in textu εἰ δʼ αύτως sine spiritu, 27. τῷ Vill.] τὸ et in marg. inter. Ἀρίσταρχος εἰ δʼ 30. *καὶ γὰρ] γὰρ om.)
169

26. δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ· τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμὸς λέγεται.