Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. ἱδρῶθʼ] αἰτιατική ἐστι κατʼ ἔκθλιψιν εἰλημμένη, ἔνθεν προπε- ρισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ καὶ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυ- λάσσειν τὸν χρόνον τῶν παρυχημένων καὶ ἀποβάλλειν. δύναται μέν- τοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτι- ατικὴν προφέρεσθαι “ἱδρῶ ἀπεψύχοντο” (Il. 11, 621).

32. διασταλτέον ἐπὶ τὸ ῥέζουσιν· ἀνέστραπται γὰρ ἡ περίοδος.

37. ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζοντες εἰς τὸ νεῖκος λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω.