Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

162. φίλης ἀπὸ πατρίδος αἴης] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπό, τηρεῖ τὸν τόνον· “καὶ γάρ τίς θ᾿ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (292).

163. *οὕτω κατὰ λαόν συμφώνως εἶχον ἅπασαι.

164. σοῖς δ᾿ ἀγανοὶς] χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, σοῖς ἀγανοῖς· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. ἀγανοῖς δὲ, ἄγαν προση- νέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸν θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται (180), καὶ ψεῦδος [*](2. κήδεαι] κήδεται 18. κοινότερον] ἀνοικειότερον Lehr- 7. ἀφίστησιν Vill.] ἐφίστησιν sius. 8. ἀξίας Bekkerus] δεξιᾶς 24. ἡ ἀπό] μὴ μεταξὺ πιτουσῶν 10. *ἐπεκλήθη] δὲ ἐπικληθεὶς λέξεων καὶ σημαίνῃ τὸ ἄποθεν addit “ὑπὸ αἰγὸς] om. Lehrsius.)

87
περιέχει νῦν. οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκάστῳ, ἀλλ᾿ ὁ Ὀδυσσεύς.

*ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ.

167. * τελεία ἐπὶ τὸ ἀίξασα· ἀσύνδετον γὰρ τὸ ἑξῆς πρὸς τὰ ἐπάνω.

*Οὐλύμποιο] ὅτι ὄρος ὁ Ὄλυμπος.

173. *διογενὲς Λαερτιάδη] προσαγορευτικὴ ἡ περίοδος· διὸ τε- λείαν στικτέον,

175. πολυκλήϊσι] τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἀπλοῦν “ἐπὶ κληῖσι κάθιζον” (Od. 2, 419)· ὡς γὰρ πλοκαμίς—“ἐϋπλοκαμῖδες Ἀχαιαί” (ib. 119), οὕτως καὶ κληίς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· κα γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ ἐυκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς “τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνή- μιδος Ἰτώνης.”

*πεσόντες] πεσόντες, οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου φνγῆς.

176, 177, 178. *ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν.

179. *κατὰ λαόν] ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι, ἴθι κατὰ λαόν.

180. *ὅτι ἐνταῦθα οἰκείως τέτακται. καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμον.

183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. [*](15. μεταληπτικὰ Lehrsius] μετα- 24. * πεσόντες, οὐκ] πεσόντες om. *8 ἐστι] ὅτι ληπτικὸν. 19. εὐκλήϊς καὶ πολυκλήϊς Lehr- 26. ὅτι] Refertur ad ἀστερίσκους sius] εὔκληις καὶ πολύκληῖς. tribus his versibus praescriptos, 21. ἐυκνήμις Lehrsius] εὔκνηιις. pariterque v. 180. 22. νηὸν ex Etym. Μ.] νηῶν 29. ἄνω] Vide ad v. 164.)

88
ἔστι δὲ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

*ἀπὸ δὲ χλαῖναν βάλε] χλαῖνα ἡ τετράγωνος χλαμὺς, ἡ εἰς ὀξὺ λήγουσα.

184. *κῆρυξ Εὐρυβάτης] ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώνυμος ὃ (ΙΙ. 1, 320; 9, 170).

186. δέξατό οἱ σκῆπτρον] ὅτι ἀρχαικώτερον δέξατο αὐτῷ τὸ σκῆ- πτρον ἀντὶ τοῦ παῤ αὐτοῦ.

Ὀδυσσεὺς, φησὶ, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἀπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ᾿ ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς.

*ἄφθιτον αἰεὶ] τὸ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ- σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

187. *ὅτι Ζηνόδοτος γράφει σὺν τῷ βὰς κατὰ νῆας.

188. *πρὸς τὴν τάξιν τῶν ἑξῆς τὸ ἀντίσιγμα.

189. *τὸν δ᾿ ] ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφ᾿ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ.

190. δαιμόνι᾿ ] αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ, καὶ δηλοῖ ἀμφό- τερα, ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη, οἷον θεῖε, μακάριε, μέγιστε, ἀγαθέ, ὁτὲ δὲ ἐπὶ ψόγῳ, ἄφρον καὶ μάταιε, ἢ χείριστε καὶ φαῦλε. ὅτε μὲν οὖν, φησὶ, θεῷ προσφέρει, ἥσσονα λέγει ἢ κατὰ θεὸν, ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπου, ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ, ὑπερέ- χοντα δὲ ἀνθρώπου.