Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

192. οὐ γάρ πω σάφα οἶσθ᾿ ] ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους (203—5)· εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· “οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾿ Ἀχαιοὶ, οὐκ ἀγαθὸν πολυκοιρανίη” καὶ τὰ ἑξῆς.

οἷος νόος Ἀτρείδαο: οἷος νόος Ἀτρείωνος] κἀν ταῖς διορθώσεσι καὶ [*](20. ἐπὶ] ἐν. accommodatum, in quo Ἀτρείδαο 21. * ὅτε δὲ] δέ om. legitur, alterum ex codice sumtum 22. ἀνθρώπου] ἀνον est in quo Ἀτρείωνος legebatur. 24. οὐ γὰρ] οὺ (i. e. ἀντίσιγμα) Ex quo sequitur antiquam scholii formam fuisse, quam restituit 28. Duplex huic scholio lemma Pluygersius p. 4. οἷος νόος Ἀτρεί- praescriptum est, prius οἷος νόος ωνος: κἀν ταῖς διορθώσεσι καὶ ἐν τοῖς Ἀτρείδαο, alterum οἷος νόος Ἀτρεί- ὑπομνήμασιν οὕτως ἐγέγραπτο· καὶ αἱ ωνος. Prius recentioris librarii πλείους cet., sublato quod post ἐγέ- lemma est, ad textum Venetum γραπτο perspicuitatis causa addidit)

89
ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο, Ἀτρείωνος. καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. καὶ ὁ Σιδώ- νιος δὲ καὶ ὁ Ἰξίων οὕτως γράφουσιν.

193. ἀπὸ τούτου ἕως τοῦ “τιμὴ δ᾿ ἐκ Διός ἐστ” (197) ἀθε- τοῦνται στίχοι ε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοὶ εἰς καταστολήν.

194. ἐν βουλῇ δ᾿ οὐ πάντες] μετρίως τοῦτό φησιν, ἵνα μὴ καται- σχύνῃ τοὺς ἄλλους. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγαμέμνων; manus rec.

195. καθ᾿ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ 0λέγειν, εὐ- λαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν.

196. διοτρεφέος βασιλῆος] ὅτι Ζηνόδοτος γράφει διοτρεφέων βασιλήων. ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι “φιλεῖ δέ ἑ μητίετα Ζεύς.”

διοτρεφέος βασιλῆος] οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολε- μαῖος δὲ ὁ ἐπιθέτης ἐν τῷ πρώτῳ περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμο- λογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως, ἄνευ τῆς Ζηνοδότου.

196, 197. ὅτι καλῶς καὶ ταῦτα προστέθειται, ἵνα δεδοίκωσι μὲν ὡς μεγαλόφρονα, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, καὶ θεῷ πειθαρχεῖν δοκῶσιν ὑποκείμενοι βασιλεῖ. manus rec.

198. * ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν.

199. τὸν σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι. ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. πῶς οὖν δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς Ὀδυσσεύς;

201. * οἳ σέο] οὕτως ὀρθοτονητέον τὴν σέο· ἀντιδιασταλτικὴ γάρ ἐστιν.

203. οὐ μέν πως πάντες βασιλεύσομεν] οὐκ ἔσται δημοκρατία [*](librarius Ἀτρείωνος. Talia enim versum monuisse. addebant ubi videbant illud οὕτως 6. καταστολήν Bekkerus] κατά- non respondere ad lectionem quae στασιν exstaret in codice ad quem scholia 7. *τοῦτό φησιν] om. adscriberent. Eadem aliorum 19. * προστέθειται] om. scholiorum plurimorum ratio est 25. τραγικοὺς] Eurip. Hec. 143. ubi οὕτως ad diversam ab 26. ἀντιδιασταλτικὴ γάρ Vill.] ἀντί codicis lectione scripturam refer- γαρ διασταλτικὴ (sic) tur, de quo satis erit hic in uni-)

90
φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτε τὴν στάσιν, σπου- δαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος. manus rec.

*τούτῳ καὶ τοῖς μετ᾿ αὐτὸν δύο ἡ στιγμὴ παράκειται.

204. οὐκ ἀγαθόν] οὕτως ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί· καὶ οἱ Ἀθηναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο, ὁπότε δὲ δι᾿ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ ὁ Κόνων τὸ Πελοποννησίων στρατόπεδον, ὅπου γε καὶ αὐτὰ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέποτε ἂν ἤλγουν. οὐδὲ γὰρ ἦν ὑφ᾿ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ “πᾶν τὸ πολὺ τῇ φύσει πολέ- μιον· τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα πόλεμον ἐπιφέρει, ἀφ᾿ οὗ φθορά.”

τελεία στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη, ἐπὶ δὲ τὸ ἔστω διαστολὴ, καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς. καὶ καθόλου τὰς ἐπαναλήψεις τῶν λέξεων οὕτως κατορθοῦμεν.

205. ᾧ ἔδωκε Κρόνου παῖς] εἰ μὴ γὰρ ἦν καλὸν, οὐδ᾿ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας. manus rec.

*τὸ δῶκε Ἰακῶς· οὕτως Ἀρίσταρχος.

ἀγκυλομήτεω] ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν ὁ Ἡσίοδος (τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπινεν), ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς, ὡς φησι καἰ ἡ Δημώ.

207. κοιρανέων] βασιλικὰ διαπραττόμενος ἔργα. manus rec.

δίεπε] διὰ τοῦ στρατοῦ ἐνήργει. manus rec.

*δασυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆς συναλοιφῆς, “ὣς ἔφεπε κλονέων.” (ΙΙ. 11, 496.)

208, 209. οἱ δ᾿ —ἠχῇ] σνναπτέον ἕως τοῦ ἠχῇ, ἐφ᾿ ὃ διασταλ- [*](8. * Πελοπονυησίων] περσῶν eat τέλειος νοῦς καὶ εἰδήμων τῶν 9. οὐδὲ scripsi pro οὔτε. σκολίων πραγμάτων καὶ εὐμήχανος. 11. *καὶ ἐν—ἀνήρ] om. δηλοῦ δὲ et quae sequuntur in 17. *οὐδ᾿ ἂν οἱ] οὐδὲ οἱ scholio ed. Bomanae et Aldinae. 26. *ἡ Δημώ] ἡδημῶ. In cod. 31. τοῦ addidit Bekkerus. Vat. 915 (Philol. vol. 11 p. 168) ἐφ ὃ Fiedl.] ἐφ᾿ οὖ)

91
τέον βραχύ· ἀντέστραπται γὰρ ἡ παραβολὴ καὶ ἡ ἀνταπόδοσις προτερεῖ. εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπό- δοσις δευτέρα, πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ βρέμεται, οὕτως ἐκεῖνοι ἀγορήνδε αὖτις ἐπεσσεύοντο· καὶ ἐγίνοντο αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστρα- πται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστὶν, ἀδύνατον πρὸ τῆς παραβολῆς στίζειν.

208. κῦμα] τοῦτο τὸ εἰκόνισμα ἔλαβε πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον πρὸς τὴν ἀπήχησιν. manus rec.

210. αἰγιαλῷ μεγάλῳ βρέμεται] συμφυῶς τῷ ὑποκειμένῳ τετρά- χυνται τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων. manus rec.