Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

65. θωρῆξαί σε κέλευε] γράφεται θωρῆξαί σ᾿ ἐκέλευε. m. rec. in marg.

70. *σῆσιν ἔχε φρεσίν] ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ᾿ οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον.

72. * θωρήξομεν] ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρή- ξωμεν.

73. πειρήσομαι] ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.

πρῶτα δ᾿ ἐγών] οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δ᾿ οὐκ ἐνῆν τὸν πρώην λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι” (ΙΙ. 1, 186). ἀλλ᾿ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. [*](12. *ἠνώγει Eustathius] ἀνώγει. 27, * τδ—ηὐτομόλησεν] om. 17. ὅτι] Praescriptus asteriscus 31. στυγέῃ] στυγέει cum obelo. 32. *ἐπιτάσσειῳ] ἐπιτάσσει)

76
ἄλλως τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατη- γοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλημα.

ἡ θέμις ἐστί] τὸ ἡ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, ἀλλ᾿ ἰσοδυναμοῦν τῷ ὡς ἐπιρρήματι.

74. πολυκλήϊσι] κλΐς παρὰ τὸ κλᾶσθαι ἐπ᾿ αὐτῆς καθεζομέ- νους.

75. ἄλλοθεν] τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον τόπον ση- μαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ τοῦ τέλους τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, Κυπρόθεν Ἀβυ- δόθεν. ταῦτα δὲ προπαρωξύνετο, λέγω δὲ τὸ ἄλλοθεν πάντοθεν οἴκο- θεν, καθότι ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται.

76. ἤτοι ὅγ᾿ ὣς] ἀπὸ τούτου ἕως τοῦ ἀλλ᾿ ἄγετ᾿ αἴ κέν πως (83) ἀθετοῦνται στίχοι ὀκτὼ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Ἀγαμέμνονος λέγει “ἤτοι ὅγ᾿ ὣς εἰπὼν κατ᾿ ἄῤ ἕζετο,” ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ, ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν “εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν.” οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος ἐπενεχθήσεται “πείθοντο δὲ ποι- μένι λαῶν” (85). μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν. ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους.

77. *μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχον τελείαν στιγμὴν θετέον.

86. *ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν ει σύνδεσμον.

82. νῦν δ᾿ ἴδεν ὃς μέγ᾿ ἄριστος] οἷς οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ ἐμφάσεις· καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο.

85. διαστολὴ ἐπὶ τὸ ἀνέστησαν καὶ λαῶν. κοινὸν δὲ τὸ σκηπτοῦ- χοι βασιλῆες κατ᾿ ἀμφοτέρων.

86. * στικτέον κατὰ τὸ λαοί, ἵνα ἀπ᾿ ἄλλης ἀρχῆς ἡ παραβολὴ [*](1. *καὶ χαρᾷ] καὶ om. 4. *βούλημα] βούλευμα 22. λέγει Bekkerus] λέγειν 11. τὸ ο] τὸ οῦ. λαῶν] πῶς δέ καὶ ὁ Νέστωρ λύει 15. ὅτι Pluygers] ὅτι καὶ τὴν βουλήν ἀπιών addit Lehrsius. 16. ἕζετο”] καὶ ὅτι ἱστάμενον ποιεῖ 29. διαστολὴ] διαστολαὶ Friedl. λέγοντα addit Lehrsius Herod. p.)

77
γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ βέλτιον.

87. ἔθνεα] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει εἰπεῖν. πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῶον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὗ ἔχει· ὡπλισμέναι δέ εἰσι κέντροις, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπ᾿ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.

*ἁδινάων] δασυντέον τὸ ἀδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἀδινός ἡ κίνησις.

88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζώοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφιζάνουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. κατ᾿ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίτταις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι, ἀπ᾿ ἀρχῆς ἕως πέρατος οὐκ ἀποληγούσαις κατ᾿ ὀλίγον, ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῶα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπιση- μαίνεται ὡς ἄρτι γινομένης.

89. *βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥάγες. οὕτως δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.

* ἐπ᾿ ἄνθεσιν εἰαρινοῖσιν] ὅτι ἀντὶ τοῦ ἐπ᾿ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (251) “ἦλθε δ᾿ ἐπὶ Κρήτεσσιν” ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας.

92. *ὄσσα] ὅτι ὄσσα ἡ θεία κληδὼν, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς.