Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

35. *ἀπεβήσετο] εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος.

* δὲ λίπ᾿ ] οὕτως Ἰωνικῶς τὸ λίπε.

36. * ῥ᾿ ] δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου, ἅ ῥα, ἃ δή.

ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.

41. θείη δέ μιν ἀμφέχυτ᾿ ὀμφή] ὅτι ὀμφὴ ἡ θεία κληδὼν, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν.

ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

42. χιτῶνα] χιτὼν τὸ λεπτότερον ἱμάτιον, ὃ προφέρεται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.

43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ τὸ νεωστὶ γεγονὸς, νεογά- τεόν τε ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός, νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος.

[*](πᾶσα φωνή Lehrsius Arist. p. 88. 6. ὅτι—] Praescriptus est as- 21. πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆ- teriscus cum obelo. σθαι] Similis annotatio supr- 9. ἡ σέ] εἰσε textum legitur, θείη δὲ αὐτὸν εἶχε 10. διὰ τοῦ ε—ἀπέβη ἀορίστου] κληδὼν, ὁ ἐστιν ἐμνήσθη τὸν ὄνειρον, Verba in codice omissa supplevit ubi τὸν ὄνειρον scripsi pro τὸν ὅμη- Cobetus. 13. Ἰωνικῶς] Ἰακῶς Schmidt. Did. 25. *τὸ νεωστὶ γεγονὸς] τῷ νεωστὶ γεγονὸς 16. ἡ διπλῆ scholio praefixa. 27. καὶ ὑπερθέσει Vill.] ὑπέρθεσις, 18. οὐ πᾶσα φήμη] θεία φήμη, οὐ omisso καὶ.)
74

φᾶρος] παρὰ τὸ φέρεσθαι, καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· “αὐτὴ δ᾿ ἀργύφεον φᾶρος” (Od. 5. 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις.

44. πέδιλα] παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περι- τίθεσθαι. ἢ παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.

45. ξίφος ἀργυρόηλον] ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυ- ρόηλον, ἐν ἄλλοις δὲ (ΙΙ. 11, 29) χρυσόηλον. καὶ Εὐριπίδης σφυρῶν σιδηρᾶ κέντρα εἰπὼν, ἐν ἄλλοις φησὶ χρυσοδέτοις περόναις (Phoen. 26, 812). τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται, ἀλλὰ κατ᾿ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ.

46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ᾿ ἑξῆς.

48. *τὸ δέξατο. ὅτι οἱ πρὸς ἠῶ ὄνειροι ἀληθεῖς, πεπτομένων τῶν σιτίων.

πρὸς τὸν τῶν ἡμερῶν ἀριθμὸν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ μακρός.

49. *ἐρέουσα] ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ σημαί- νουσα.

52. *ἐκήρυσσον] ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμὴ, ἥτις δύο δύναται χρόνους σιωπῆς.

βουλήν] αἱ πλείους καὶ χαριέσταται δίχα τοῦ ν, βουλή· καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀριστάρχειος.

53. * ἵζε] συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν.

ἵζε] ἡ κοινὴ τὸ ἵζει συστέλλει. φθάνει δὲ τὴν Λακώνων πολιτείαν βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων.

[*](2. *ἡ] om. γένους ἑτέρῳ, idque partim supra 5. τὴν] τὸ τὴν A: v. Bast. ad αἰεὶ, partim inter textum et scholia Greg. p. 830. marginalia. 6. ξίφος addidi. Vill. 17. τὸν Vill.] om. 7. σφυρῶν] σφυρὸν. 19. ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ 12. Sura ἄφθιτον scriptum est μακρός. (Intermarg. ?) ἀδιάφθαρτον, tum alia, ut videtur, 28. συσταλτέον τοῦ Cobetus] δια- manu αἰώνιον, ὅτι οὐκ ἐδόθη ἐκ τοῦ σταλτέον τὸ)
75

γερόντων] γέροντας ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ᾿ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν.

55. τοὺς—βουλήν] ὅτι Ζηνόδοτος γράφει “αὐτὰρ ἐπεί ῥ᾿ ἤγερθεν ὁμηγερέες τ᾿ ἐγένοντο, τοῖσι δ᾿ ἀνιστάμενος μετέφη κρείων Ἀγα- μέμνων.” ἀπίθανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν.

56. * κλῦτε φίλοι] τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς γὰρ ὁ λόγος.

θεῖός μοι ἐνύπνιον] ὅτι Ζηνόδοτος γράφει θεῖόν μοι ἐνύπνιον. οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλ᾿ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ Ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται.

60—70. ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπὼν “ἠνώγει σε πατὴρ ὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπὼν ὤχετ᾿ ἀποπτάμενος.” τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι.

64. * ὃς σεῦ] ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται (ΙΙ. 24, 174).