Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

540, 541. Ἐλεφήνωρ—Χαλκωδοντιάδης] Χαλκώδοντος παῖς Ἐλεφήνωρ. εἰ δὲ, ὡς προείρηται, προληπτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισὶ, πεποίηται παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα.

542, 543. βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμηταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον.

542. ὄπιθεν κομόωντες] τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες ἀνδρείας χάριν. ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς, τὸ ὄπισθεν τὰς τρίχας βαθείας ἔχειν.

543. αἰχυηταί] καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως “ἄνδρες οἳ ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης.” ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν.

ὀρεκτῇσι μελίῃσι] τοῖς ἐκ χειρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο συνιστάμενοι καὶ ἐκτείνοντες αὐτά· ἐξ οὗ θαρσαλέοι· ὀρέξασθαι γάρ ἐστι τὸ ἐκ χειρὸς πατάξαι.

546. Ἀθήνας] Ἀθήνας νῦν κέκληκε τὴν πόλιν· τοὺς δὲ δήμους παρέλιπε διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μετρο- ποιίαν καταταγῆναι.

547. ἐρεχθῆος] ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου, γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου. οὗτος γὰρ ἐδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς, ἡ δὲ ἔφυγεν· ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ (ἦν γὰρ χωλὸς), ἐπειρᾶτο συνελθεῖν· ἡ δὲ ὡς σώφρων καὶ παρθένος οὖσα οὐκ ἀνέσχετο. οὕτως ἀπεσπέρμηνεν εἰς τὸ σκέλος τῆς θεᾶς. ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔρριψεν εἰς γῆν· ὅθεν Ἐριχθόνιος ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς ἐκλήθη, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονός. ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ.

548. ζείδωρος ἄρουρα] τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπιθέτῳ ἐχρή- σατο.

553. ὅτι Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα [*](10. χρησμὸς] Apud Strabonem 27. *ἐν Ἑκάλῃ] om. 10 p. 449 et schol. Theocr. 14, 48. 32. διότι Bek.] δὲ 23. *οὔτως] ὃς)

119
παραλιπὼν, ὡς τὴν Μαχάονος ἀριστείαν· “παῦσεν ἀριστεύοντα μάχας (Il. 11, 506).

557. δυοκαίδεκα] Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύνθεσιν ἀνάγνωσις τὴν ποιη- τικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολλάκις ἑνοῖ, ὡς τὸ πασιμέ- λουσα (Od. 12, 70) καὶ τὰ τοιαῦτα.

565. φώς] τὸ φώς ὀξυτονούμενον τὸν ἄνθρωπον δηλοῖ, ὡς νῦν καὶ “φῶτʼ Ἀσκληπιοῦ υἱόν” (Il. 4, 194), περισπώμενον δὲ τὸ φέγγος καὶ τροπικῶς τὴν σωτηρίαν, συνῃρημένον ἐκ τοῦ φάος. εἰκότως οὖν περισπᾶται· “φόως δʼ ἑτάροισιν ἔθηκεν” (Il. 6, 6) καὶ “χρύσεον λύχνον ἔχουσα φόως περικαλλές” (Od. 19, 34). ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ ἐπιρρήματά ἐστι πευστικὰ, οἷον “πῶς θάνεν Ἀτρείδης; ποῦ Μενέλαος ἔην;” (Od. 3, 248) ὀξυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν, ὡς τὸ “ἀλλʼ οὔπως άμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν” (Il. 4, 320), “ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι” (Il. 5, 193).

570. ἀφνειόν τε Κόρινθον] ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος. ἡ διπλῆ δὲ, ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον, Ἔφυραν λέγει· “ἔστι πόλις Ἐφύρη” (Il. 6, 152).

Ἀραιθυρέην] ὅτι Ζηνόδοτος γράφει Παραιθυρέην. οὐκ ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην.

574. Πελλήνην] διαφέρει Πελλήνη Παλλήνης· Πελλήνη μὲν γὰρ πόλις Θράκης, Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς, Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαίας, ἐστι Πελοπόννησος.

575. αἰγιαλόν] οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤτοι πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρι Ἤλιδος.

576. τῶν] ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρείληπται, ἀλλʼ ἀντὶ ἀν- τωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἐκ πρόθεσις, ἵνʼ ᾖ, ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν.

579. οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χαριέστερον· “ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων· πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.” ἡ γὰρ [*](5. παράθεσιν Bekk.] σύνθεσιν οῦντα πάλαι οὕτως ὀνομαζομένην. 9. φάος Bekk.] φάους 22. *Πελλήνη μὲν γὰρ πόλις] πελ- 21. δὲ] δὲ οὐδεὶς Friedl., aut οὐκ λήνη γὰρ δημόπολις ἐπίσταται δὲ (Ζenodotus) τήν φλι- 31. χαριέστερον Bekk.] χαριεστέρα)

120
αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἐξῆς ἀποδίδοται, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς. ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει.

579, 580. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἐξῆς ἄριστος ὁ Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ.

581. κοίλην Λακεδαίμονα] τὴν ὑπὸ ὀρῶν περιεχομένην, διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Ταΰγετον ὄρος· διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκησαν. Λακεδαίμονα δὲ τὴν χώραν λέγουσι, τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν.

κητώεσσαν] μεγάλην, παρὰ τὸ κῆτος, ὅπερ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζώων.

582. Μέσσην] ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην λέγει, συγκόψας τοὔνομα. ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδε δῆλον ἐξ ὧν φησὶ “δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε· τὲ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15).

585. Λάαν] ὁ ποιητὴς διεῖλεν· μονοσυλλάβως γὰρ λέγεται Λᾶς. Οἰτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι δι- φθόγγου. κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης “τοῦ δὲ γίνεται Ἀμφιάναξ· τοῦ δʼ Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.” τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίωνος.

592. Θρύον] ὅτι Θρύον εἶπε τὴν ἐν ἄλλοις Θρυόεσσαν. “ἔστι δέ τις Θρυόεσσα πόλις” (Il. 11, 710).

ἐΰκτιτον Αἰπύ] Ἀρίσταρχος ὡς ὀξύ· συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Il. 11, 711) εἴρηκεν “ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη,” ὃ νῦν εἴρηκεν αἰπὺ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ αἰπύ, οὐ μὴν συγκατατί- θεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγο- ρικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς ῡ μονογενῆ οὐδέτερα βαρύνεται, [*](15. ξυμβλήτην ἀλλήλοιιν] om. 20. Ἀμφιάναξ] ἀμφάναξ)

121
πῦϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος δια- λαμβάνων περὶ τοῦ ἰῷ “οἳ μὲν πάντες ἰῷ κίον ἤματι,” φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις.