Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

497. Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ ἐτεωνόν] καθʼ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη διὰ τὴν ἐπα- νάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζειν.

498. Θέσπιαν] ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, “καὶ εὐρυάγυιαν Ἀθήνην” (Od. 7, 80), “πολυχρύσοιο Μυκήνης” (Il. 7,180), καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· “ἐκ μὲν Κρητάων γένος εὔχομαι” (Od.14,199). ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιά τῆς καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, [*](3. *ἄγειν] ὰζειν (sic) 12] τʼ ἔσφαγον 11. οὐ Bekk.] ποῦ A. ὅτι σὺ Co- 21. ὀνοματικῶν] ὑποτακτικῶν Friedl. belus. 14. *ἡ οἵην Ὑρίη Βοιωτίη ἔτρεφε] 22. σώζειν Vill.] σώζει ἢ δίη ὑρίη βοιωτίης τρέφε 23. In textu est θέσπῖαν, in 16. τέ σφ᾿ ἄγον Meinekius fr. marg. ει a m. rec.)

115
καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιά ὀξυτόνως λέγεται.

499. Ὕλην] ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ συνεσταλμένως “Ὕλῃ ἔνι οἰκία ναίων” (Il. 7, 221). νῦν δὲ καλοῦν- ται Ὕλαι πληθυντικῶς.

502. Θίσβην] ὅτι Ζηνόδοτος γράφει Μέσσην. ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις Μεσσήνην καλεῖ.

507. ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον. οὐ δύναται δὲ πολυ- στάφυλος ἡ Ἄσκρη λέγεσθαι. ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων “Ἄσκρῃ χεῖμα κακῇ, θέρει ἀργαλέῃ” (O. 638)· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν.

511. Ὀρχομενὸν Μινύειον] ἡ διπλῆ ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν Ἀρκαδικός. ἀλλʼ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς πολύμηλος· καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία.

514. ὑπερώϊον εἰς ἀναβᾶσα] εἰς τὸ δίστεγον ἀνελθοῦσα· οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερωΐους τοὺς θαλάμους κατεσκεύαζον ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι.

τὴν εἴς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα· ἀναστροφὴ γὰρ, εἰς ὑπερώιον ἀναβᾶσα. τὸ δὲ διάστημα οὐ πάνυ τι αἰσθητόν.

516. τῶν δέ] κατὰ δοτικὴν τοῖς δέ αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ “τοῖσι δʼ ἅμʼ ὀγδώκοντα (568). καὶ τὸ ἑνικὸν “τῷ δʼ ἄμα τεσσαράκοντα (534).

517. Φωκήων] τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν, καὶ διὰ τοῦ ει Φωκείων, καὶ διὰ τοῦ Φωκήων. τοὺς δὲ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ τοῦ Ποσειδῶνος καὶ Προνόης τῆς Ἀσωποῦ.

ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεὺς, τῶν ἐπὶ μέρους ἡγεμὼν, καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀναιροῦνται· “ἔνθ᾿ Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων (Il.15,515). ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.

518. Ἰφίτου] τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· “Ἴφιτος Εὐρυ- τίδης” (Od. 21, 14).

519. ὠνομάσθη Κυπάρισσος ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ, ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη.

[*](19. πάνυ τι Friedl.] παντὶ 29. περὶ] om. Vid. ad p. 133,11. 23. *οἱ δέ] om.)
116

Πυθῶνα] καὶ αὕτη πόλις Φωκίδος. τὸ πρότερον δὲ ἐκαλεῖτο Παρ- νασσία νάπη ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους, ἔπειτα Πυθὼν, ὕστερον δὲ Δελφοί· καὶ Πυθὼ μὲν, ἐπεὶ κατεσάπη αὐτόθι ὁ δράκων ὁ τὸ μαντεῖον πρότερον φυλάττων, ὃν ἀπέκτεινε τοξεύσας ὁ Ἀπόλλων· πύθεσθαι γὰρ τὸ σήπεσθαι, ὡς τὸ “σέο δʼ ὀστέα πύσει ἄρουρα” (Il. 4, 174). ὡς ἔνιοί φασι, διὰ τὸ παραγινομένους αὐτόθι πυνθάνεσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσιν.

520. Κρῖσαν] Κρῖσα πεδίον ἐν Λοκρίδι ἢ ὡς οἱ πλείονές φασιν ἐν Δελφοῖς, ὀνομασθὲν ἀπὸ Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς Δηιονέως. Δαυλὶς δὲ πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου καὶ Χρηστώνης, ἢ διὰ τὸ σύμφυτον· δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι.

Πανοπῆα] πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου.

ὅτι Ζηνόδοτος γράφει καὶ Πανοπτέων, ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθʼ Ὁμηρον σχηματίζων τὸ ὄνομα. ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· “ὃς ἐν κλειτῷ Πανοπῆϊ” (Il. 17, 307).

521. Ἀνεμώρειαν] αὕτη μεταξὺ κεῖται Φωκίδος καὶ Δελφῶν, ἐφʼ ὑψηλοῦ τόπου, ὅθεν καὶ οὕτως ὠνομάσθη παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς.

Ὑάμπολιν] οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἒν γάρ ἐστιν. ἱστο- ροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ σ λέγειν Ὑσάμπολιν.

522. οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισόν] οὗτοι Επικηφίσιοι λέ- γονται, ὑπὸ δέ τινων παραποτάμιοι. ὁ δὲ Κηφισὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς πηγὰς ἐκ Λιλαίας, ὥς φησιν Ἡσίοδος “ὅστε Λιλαίῃσι προΐει καλλίρροον ὕδωρ.”

523. πηγῆς ἔπι] Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος. Ἀλε- ξίων συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν, καὶ οὐκ ἀναστρέφει. Ἀρί- σταρχρς δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις.

527. Λοκρῶν] Λοκρῶν νῦν μέμνηται. τῶν Ἐπικνημιδίων καλου- μένων· οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οἴκησιν πεποίηνται, οἱ ὑπὸ τῷ Αἴαντι ὄντες. εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι [*](1. * Παρνασσία] παρνασσεία apud Eustathium, quod non minus 5. ὀστέα] ὀστᾶ ἄμετρον. ἠδὲ Πανοπτέων Duentzer. 9. Ἀστεροδείας] ἀστεροδίας 21. Ὑσάμπολιν] Συάμπολιν Lo- 10. Δηιονέως] δυονος Beckius ad Soph. Ai. p. 367. 11. Χρηστώνης] *Κρηστώνης 24. ὅστε] ὥστε. Apud Hom. h. in 14. καὶ νοπτέων] καὶ Πανόπεων Apoll. 242. ὅστε Λιλαίηθεν προχέει.)

117
Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν ἐπὶ τῆς ἑτέρας πλευρᾶς οἰκοῦντες κατὰ τὸ Κρισαῖον πεδίον, κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν δυσώδη οἱ ἰχῶρες τοῦ Κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηιάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὐηνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι. ἢ ὅτι εἰσὶν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ ἐπιζεφύροιι καλούμενοι διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν.

Ὀϊλῆος] ἡ διπλῆ, ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ ο, ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστὶ Λοκρῶν οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου, ὧν ἡ διόρθωσις προείρηται.

528. ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι. προδια- συνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε μέγαν λέγει.

529, 530. ἀθετοῦνται ἀμφότεροι, ὅτι προείρηκε “μείων, οὔτι τόσος γε,” καὶ πρὸς οὐδὲν διλογεῖ “ἀλλὰ πολὺ μείων.” καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ Ἔλληνες οὐκ ἐχρῶντο λινοῖς θώραξι. διὰ παντὸς γὰρ χαλκοχίτωνας αὐτοὺς λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλʼ Ἀργείους ἢ Δαναούς· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἦς τοὺς οἰκήτορας Ἕλληνας λέγει· “Μυρμι- δόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (648).

532. ὅτι Ζηνόδοτος γράφει Βῆσαν ἐν τῷ ἑνὶ σ, διὰ τὸ βήσσας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι προσηγορικὰ ἅ τινων κύρια γίνεται, οἷον Κυπάρισσος, καὶ πόλεως ὄνομα.

Αὐγειὰς ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις τῷ ποιητῇ, Ἰωνικωτέρα οὖσα.

535. Εὐβοίης] Εὔβοια νῆσος παρακειμένη τῇ Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ Φωκίδι καὶ Λοκρίδι, ἥτις καὶ Μάκρις ἐκαλεῖτο ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι ἢ ἀπὸ Μάκριδος νύμφης, τῆς τροφοῦ Ἡρας. ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.

[*](5. Εὐηνὸν] εὐϊνον 18. καὶ τὸ Bekk.] καὶ ὁ 9. In ine scholii Vat. 915 24. βήσσας] βήσας (Philol. vol. 9 p. 385) addit Κεν- 27. καλιάς] παρειάς Lehrs. ταύρου δὲ τοῦ Πυλήνορος λέγει: de *τῷ] παρὰ τῷ quo Centauro v. Pausan. 5, 10. 30. *Βοιωτίᾳ] εὐβοίᾳ)
118