Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

28.

Φοίβου δ’ ἀδικίαν
: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος, καὶ δι’ ὧν ἐδόκει μὴ κατ’ αὐτοῦ λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα. τὸ δὲ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ
ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα. πρὸς οὐχ ἅπαντας δὲ τὴν εὔκλειαν φέρειν εἴρηκεν, ἐπειδὴ οἱ μὲν ἐπῄνουν αὐτὸν, οἱ δὲ οὔ. A.B. M.I.

Φοίβου δ’ ἀδικίαν
: οὐ γὰρ πρέπει θεοῖς ἀδικία· ἀγαθῶν γὰρ δοτῆρές εἰσι. τοῦτο δὲ λέγει ὥσπερ δυσχεραίνουσα διὰ τὴν τοῦ ἀδελφοῦ μανίαν· δοκεῖ γὰρ τοῦτο λογιζομένη, ὡς, εἰ δικαίως παρὰ τοῦ Φοίβου ὁ τῆς μητρὸς φόνος ἐθεσπίσθη Ὀρέστῃ, οὐκ ἔδει τοῦτον μανῆναι θεῷ ὑπακούσαντα. Gu.

τί δεῖ
: κατὰ τί ἀντὶ τοῦ οὐδέν, Gr. πρέπει. Gu. Fl. 6. 9. 17. 21. 59. 76.

κατηγορεῖν
: κατηγορεῖ τὸ σκυλάκιον τὸ προελθὸν πρῶτον τῆς μητρὸς τὸν πατέρα ἀντὶ τοῦ δεικνύει ἐν ἑαυτῷ. κατηγορεῖν καὶ τὸ κατά τινος ἀγορεύειν, καὶ ἔχει τὴν σύνταξιν ἀπὸ γενικῆς εἰς αἰτιατικὴν, οἷον κατηγορῶ σου φόνον, κατηγορῶ σου ἀδικίαν. καὶ ἔστι μὲν ἡ τετελεσμένη σύνταξις αὐτοῦ αὕτη. ἔστι δ’ ὅτε καὶ μετὰ γενικῆς μόνης λέγεται. τὸ τοιοῦτο δὲ καὶ ἐν ἄλλοις συμβαίνει πλείστοις, οἷον τὸ προσέχω ἐντελῶς μὲν λεγόμενον ἐν τῷ λόγῳ ἔχει καὶ τὸν νοῦν, οἷον προσέχω τὸν νοῦν τοῖς λεγομένοις· λέγεται δὲ καὶ προσέχω τοῖς λεγομένοις χωρὶς ἐκείνου. καὶ τὸ φθονῶ ἐντελῶς μὲν ἔχον τῆς συντάξεως ἀπὸ δοτικῆς εἰς γενικὴν συντάσσεται, οἷον φθονῶ σοι τοῦδε. λέγεται δὲ καὶ φθονῶ σοι μόνον, καὶ ἔτι φθονῶ τῆς σῆς ἀρετης. Gr. Fl. 6. 9. 17. 21. 34. 56. 59. 76.