Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ὑφάσματι
: ἱματίῳ. Gr.
χιτῶνι. Gu. ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύνηται τοὺς φονεύοντας. Καὶ ἄλλως. ἀντὶ τοῦ χιτῶνι. ἄπειρον ὃ οὐκ ἦν περᾶν χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φαμεν. καλῶς δὲ εἶπεν, ἣ πόσιν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν ἀμήχανον τεύχημα καὶ δυσέκλυτον. A. B. M.

27.

οὐ καλόν
: οὐ γὰρ προσήκει παρθένον μοιχείας καὶ μιασμάτων ἀνόμων μεμνῆσθαι. Gu.

ἀσαφές
: ἄδηλον. Gr. σκοτεινὸν, ἄρρητον. Gu.

28.―33.

Φοίβου δ’ ἀδικίαν
: τοῦ δὲ Ἀπόλλωνος κατὰ τί πρέπει κατηγορεῖν ἀδικίαν; πείθει δὲ, ἀντὶ τοῦ ἔπεισε, τὸν Ὀρέστην κτεῖναι τὴν μητέρα, ἥτις ἐγέννησεν αὐτὸν, πρᾶγμα δηλονότι προστάξας, οὐ φέρον πρὸς ἅπαντας εὔκλειαν καὶ καλὴν φήμην. ὅμως δὲ ἀπέκτεινε πεισθεὶς τῷ θεῷ. καὶ ἐγὼ μετέσχον τοῦ φόνου, καθὰ γυνὴ, τουτέστι συνεβούλευσα, ὁ Πυλάδης τε, μετέσχε τοῦ φόνου δηλονότι, ὃς συνέπραξεν ἡμῖν τάδε. Ι.