Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

196.

ἀπὸ δ’ ὤλεσας
: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ὁ νοῦς ἐπεξήγησις, ἔθανες· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα, καὶ θανοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος. A. B.M.I.

ἀφ’ αἵματος
: ἀπὸ αἰτίας τοῦ φόνου τοῦ σοῦ. Gr. Fl. 6. 9. 17. 21. 59. 76.

199.

τέκνα τε τάδε
: δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην. I.

ἔθανες―αἵματος
: εἰποῦσα ἡ Ἠλέκτρα πρὸς τὴν μητέρα τὸ ἐφόνευσας τὸν οἰκεῖον ἄνδρα, ἐφονεύθης ὑπὸ τῶν τέκνων, πάλιν φησὶν, ὅμοιον μὲν τῇ προτέρᾳ ἐννοίᾳ, ἔχει δέ τι καὶ πλέον· τὸ γὰρ ἀπώλεσας
πατέρα καὶ πρόσθεν εἰρήκει, τὸ δὲ καὶ τὰ τέκνα τάδ’ ἀπώλεσας νῦν φησι. πῶς δὲ ἀπώλεσας καὶ τὰ τέκνα; ἀπὸ τοῦ αἵματος καὶ τοῦ φόνου σέθεν καὶ σοῦ· ὁ γὰρ σὸς παῖς Ὀρέστης ἀποκτείνας σε δίκην ἔδωκε τῆς μητροκτονίας μανεὶς, ἧς καὶ αὐτὴ μετέχειν φησὶν, ἐν στοναχαῖς καὶ γόοις διάγουσα· ἀνθ’ ὧν ὁρᾷ τὸν ἀδελφὸν μεμηνότα καὶ μηκέτ’ ὄντα καθ’ ἑαυτόν. Gu. I.

200.

ἰσονέκυες
: ἐπειδὴ εἶπεν ἰσονέκυες, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην, σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς. τὸ δὲ ἄγαμος, ἐπὶ δ’ ἄτεκνος, οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως, ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος, ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος. A.

ἰσονέκυες
: ἀντὶ τοῦ διὰ τὸν σὸν φόνον καὶ ἡμεῖς ἀπολώλαμεν. A. B. I. ἴσοι νεκροῖς ἐσμὲν, ἀντὶ τοῦ ὅμοιοι νεκροῖς, τουτέστι νεκροῖς ἐοίκαμεν. Gr. Fl. 6. 9. 17. 21. 59. 76.

201.

οἴχεται
: ἐφθάρη, ἔφθαρται. Gu.

202.

βίου τὸ πλέον μέρος
: ἀντὶ τοῦ καὶ τὸ πλέον μέρος τοῦ ἐμοῦ βίου, ἤγουν τῆς ἐμῆς ζωῆς, ἔφθαρται. Gr.