Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

165.

Λοξίας
: λοξίας ὁ Ἀπόλλων καλεῖται, ὅτι λοξὰ καὶ διπλῶς νοούμενα ἐμαντεύετο. καὶ γὰρ τῷ Κροίσῳ, ὅτε στρατεύσειν κατὰ Κύρου ἔμελλεν, ἐρωτήσαντι εἰ τοῦ ἐχθροῦ περιέσται εἶπε Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. τοῦτο δὲ ἦν παντάπασιν ἄγνωστον, εἴτε τὴν οἰκείαν, εἴτε τὴν τοῦ Κύρου. ὅθεν ἀπατηθεὶς ὁ Κροῖσος, καὶ μεγάλην ἀρχὴν τὴν τοῦ ἀντιδίκου ὑπολαβὼν, ἐλθὼν καταλέλυκε τὴν οἰκείαν τοσοῦτον ὡς καὶ ὑπὸ τοῦ ἐχθροῦ ἑαλωκὼς εἰς πῦρ ἐμβεβλῆσθαι, ὃν εἰ μὴ ὁ Ζεὺς οἰκτείρας ἀφῆκεν ὕδωρ ἐπὶ τὴν φλόγα, τάχ’ ἂν ἀπωλώλει, ἔργον πυρὸς γενόμενος. ἦν δὲ ὁ Κροῖσος Λυδῶν βασιλεύς. Gu. I.

Λοξίας
: Ἱστορία. τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα ὄρος εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων. ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παραφυλάττει λαβὼν τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ τοῦτον τινὲς τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος ἐν ᾧ ἔβοσκον τὰ πρόβατα ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδον χαλκὸν ἔστησαν διὰ τὸ χρᾶσθαι ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε 4 ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδον χαλκὸν ἔστησαν διὰ τὸ χρᾶαὐτῷ σθαι τῇ μαντείᾳ, στήσαντες ἄνωθεν τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούει αὐτὸν, καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχονται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς. C.