Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

163.

ἀπόφονον
: κακόφονον, ὡς αἴτιον ἡμῖν συμφορῶν, τὸν μισητὸν καὶ μὴ ἄξιον ὄντα γενέσθαι. Gu. ἄτοπον. Gu. ὡς λέγομεν γάμος ἄγαμος, ὅταν τις οὐκ ἀγάγηται γυναῖκα ξένην, ἀλλὰ συγγένειαν ἔχουσαν μετ’ αὐτοῦ, οὕτω καὶ φόνος ἀπόφονος, ἤγουν μισητός· οὐ γὰρ ἦν ὁ φόνος εἰς ἕτερον ἀλλότριον, ἀλλὰ εἰς τὴν αὐτοῦ μητέρα. καὶ ἄλλο δέ· ὅτι ὁ φόνος τῆς μητρὸς αὐτοῦ ἐπὶ κακῷ ἐγένετο αὐτῷ· παράφρων γὰρ ἐγένετο ὁ Ὀρέστης καὶ εἰς ψῆφον ἦσαν θανάτου, καὶ κατὰ τοῦτο ἀπόφονος, ἤγουν μισητὸς κακὸς φόνος. Fl. 59.

163.

ἐπὶ τρίποδι Θέμδος
: οὕτω νοητέον, ἢ ἐν τῷ τρίποδι τῆς
Θέμιδος, ἤγουν τῆς δικαιοσύνης, ἐν ᾧ καθημένη ἡ Πυθία καὶ ὑπὸ τοῦ Ἀπόλλωνος κατεχομένη τὰ δίκαια πᾶσιν ἐθέσπιζεν, ἢ, ὥς φησί τινες, ὅτι ὁ τρίπους πρότερον ἦν τῆς Γῆς, εἶτα τῆς Θέμιδος, (ἡ δὲ Θέμις θεὰ παρ’ Ἕλλησιν ἔφορος δικαιοσύνης,) εἶτα τοῦ Ἀπόλλωνος ἐγένετο, παρὰ Θέμιδος λαβόντος. Gu.