Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1390.

ὀττοτοῖ
: ἐπίφθεγμά ἐστι θρηνητικόν. καὶ ἰάλεμος ὁ θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικὰ δῶχ’ υἷος ποινὴν Γανυμήδεος. θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. τὸ δὲ ἑξῆς, ὦ Δαρδανία τοῦ εὐνέτου τοῦ Διὸς Γανυμήδους ἱπποφορβὲ, δυστυχεστάτη ἕνεκεν τῶν ἰαλέμων, ὁ ἐστι θρήνων. ἢ ὁ λόγος οὕτως, ἰαλέμων ἰαλέμων, καὶ δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους, καὶ τὰ ἑξῆς. ἢ τοίνυν ἱππικὴν τὴν Δαρδανίαν φησὶν, ἢ τοῦ ἱπποσύνου Γανυμήδους, τουτέστιν ἱππικοῦ. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. B.M.I.

ἰαλέμων
: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τῆς Καλλιόπης καὶ Ἀπόλλωνος. τινὲς δὲ τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν, ὃν καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου λέγουσι. B. I. εἶδος θρήνου ὁ ἰάλεμος. Cant. Gr.

ἰαλέμων
: ἕνεκα τῶν. Gr.