Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1002. κατώρυχες : κεκρυμμένοι ἐν γῇ θησαυροί. Gr. κατορωρυγμένοι. Gu. θησαυροί. M. Fl. 59. κατώρνχες οἱ θησαυροί. παρηκολούθησεν ἡ λέξις· ὀρύσσει γάρ τις τὴν γῆν καὶ εἰσάγει τὸν χρυσόν. Fl. 59.

1003. ταῦτʼ ἔσθʼ: ταῦτα ἃ διηγήσω. B. τοῦτό ἐστι τὸ πρᾶγμα. θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν. M. ταῦτά ἐστιν ἅτινά με θέλεις δηλῶσαι τῷ παιδί σου; I. ἄνω εἰπὼν “τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών” ἐνταῦθα λέγει, ταῦτά ἐστιν ἃ βούλει [*](1. οὐδαμῶς—πλησίον om. B. 16. τίἐστὶ—τέκνα] Haecetiam Gu. 2. οὗ κέκτημαι om. I., ὦ γύναι 17. τὰ ἐμὰ] τἀμὰ I. om. B. 24. τοῦτο τὸ πρᾶγμα θ. κ. τῶν π.] 3. εἰς τὸν πλησίον ἐρῶ] Fort. οὐ Haec verba habet etiam B., omisso τῶν (vel τοῦ) πλησίον ἐρῶ. ἐστι τι 4. ἐκείνον ἀπολαύσαιμι] ἐκεῖνον ἀπο- 26. ἄνω— ἰδιοποιούμενος] Hujus λέσαι μοι Fl. 33. Correxi ex scho- scholii prior pars, ἄνω—λέγει, ad v. lio superiore. In margine v. 997. 1001. altera ἐξαπατῶν etc. ad v. Gu. habet, ἢ ἐσχηματισμένον, τοῦ ἰδίου 1002. e Flor. 25. enotata est, me- χρυσοῦ τοῦ παιδὸς ἄ. dia desunt. MATTH.)

465
παιδὶ τῷ σῷ δηλῶσαι; ἐξαπατῶν δῆθεν τὴν Ἑκάβην, ὡς μηδαμῶς τὰ τοῦ παιδὸς ἐκείνης ἰδιοποιούμενος. Gr.

1004. μάλιστα: ναὶ, διὰ σοῦ θέλω μηνῦσαι ταῦτα τῷ Πολυδώρῳ· ὑπάρχεις γὰρ εὐσεβὴς ἄνθρωπος. I. εὐσεβής: εἰρωνικῶς κατʼ ἀντίφρασιν, τουτέστιν ἀσεβής. Gu.

1005.—1017. κατὰ τί οὖν χρεία ὑπάρχει τῆς ἐλεύσεως τῶν παίδων — λυσιτελές ἐστιν, ἐὰν σὺ ἀποθάνῃς, τούτους γινώσκειν. —καλῶς εἶπας οὕτως τῇδε τῇ διανοίᾳ, καὶ σοφωτέρως ἐμοῦ. I.

1006. τούσδʼ εἰδέναι: διπλόης ὁ λόγος. Gr.

1007. τῇδε: οὕτως. Gr. ἢ ἐν τῇδε καὶ ταύτῃ τῇ διανοίᾳ καὶ γνώμῃ. Gu. ταύτῃ τῇ διανοίᾳ. B. M. ταύτῃ τῇ μερίδι. Fl. 6. 9. 17. 21. 59. 76.

1008. οἶσθ’ οὖν: γινώσκεις ποῦ ἐστιν ὁ ναὸς τῆς Ἰλιακῆς Ἀθηνᾶς; B.M.I. Ἰλιός: οὐ μόνον Ἰλιὰς ἡ Τρωϊκὴ, ἀλλὰ καὶ Ἰλία. Gu. στέγαι: οἱ ναοί. Gr. ἀπὸ μέρους τὸ πᾶν· στέγη γὰρ κυρίως ἡ τοῦ οἴκου σκέπη. Gu.

1009. ἐνταῦθʼ ὁ χρνσός : ἐκεῖ ἐστιν ὁ χρυσός ; τί δὲ σημεῖον τοῦ τόπου ἐν ἐστίν; I. ἐνταῦθα: προαρπάζει τὸν λόγον ὁ Πολυμήστωρ ὡς φιλοχρυσότατος, λέγων, ἐνταῦθα ὑπάρχει ὁ χρυσὸς, ἤγουν ἐκεῖ ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς τί δὲ σημεῖόν ἐστιν εἰς τὸ ἐξευρεῖν τοῦτον ; Fl. 59. οὐ λέγει ναί, ἀλλʼ ἐρωτῷ εἰ ἐκεῖ ὁ χρυσός· τὸ πρόσωπον γὰρ τοῦ Πολυμήστορος ἐναγώνιον παραληφθὲν ἐν τοῖς ἀμοιβαίοις τούτοις τοιοῦτον φαίνεται πανταχοῦ. Gr, Fl. 25.

1010. μέλαινα πέτρα: μέλαινα πέτρα ὑπάρχει ὑπερκειμένη τῆς γῆς. I. τὴν τύφλωσιν αὐτοῦ λέγει. Gu. ὑπερτέλλουσʼ : ὑπερανεστηκυῖα, ὑπερικομένη. B. ἀνεστηκυῖα. Gr. ὑπεράνω κειμένη, ὑπεράνω τῆς στέγης ἀνεστηκυῖα. ὑπερφαινομένη. Gu.

1011. ἔτʼ οὖν: τί οὖν. τί βούλει. M. ἔτι οὖν ἐπὶ τούτοις θέλεις τι τῶν ἐκεῖ πραγμάτων δηλοποιεῖν μοι ; I.

1012. σῶσαί σε: φυλάξαι σε τὰ χρήματα, μεθʼ ὧν ἐξῆλθον τῆς πόλεως, θέλω. I.

1013. ποῦ δῆτα: εἰσὶ δηλονότι. ἐντὸς τῶν πέπλων ἔχεις ἢ κρύψασα ἀλλαχοῦ φυλάσσεις ; I. ποῦ δῆτα ἔχεις: M. ποῦ δῆτα [*](9. διπλόης] Sic Gr. ad v. 1000. 12. ποῦ ἐστιν ὁ ναὸς post ἀθηνᾶς M. ἐνδιαθέτως κατὰ τὸν διπλόην λόγον διὰ In ποῦ ἐστι τῆς τ. ἀ. ὁ ν. μέσου τοῦτό φησιν ἡ Ἑκάβη.)

466
φέρεις ταῦτα ἔσωθεν τῶν πέπλων, ἤγουν τοῦ κόλπου σου, ἢ κρύψασ’ αὐτὰ ἔχεις: Fl. 59. κρύψασʼ ἔχεις: ἔκρυψας. Gr. ἀλλαχοῦ. Gu.

1014. σκύλων ἐν ὄχλῳ: ἐν τῷ πλήθει τῶν σκύλων ἐν ταῦταῖς ταῖς σκηναῖς, ἔνθα τὰ λάφυρά ἐστι πάντα. τὸ δὲ ταῖσδε καὶ ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε ταύταις ταῖς στέγαις ἤτοι σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας, ἐρωτᾷ· ποῦ δὲ αὗται αἱ κατασκηνώσεις τῶν Ἀχαιῶν αἱ ναυ- τικαί: (εἰς τὸ αἵθε στικτέον· τὸ δὲ λεῖπον ἰδίᾳ κατʼ ἐρώτησιν ἐν ὑποστιγμῇ. ναύλοχοι δὲ τὰ ναύσταθμα.) ποῦ δὲ αἱ στέγαι αὗται, ἂς λέγεις ἔχειν τὸν χρνσόν ; ἄρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν ἐν ταῖς ναυσὶλέγεις εἶναι τὸν χρυσόν; πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον. ἴδιαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι. B.M.I. σκύλων: λαφύρων ἤγουν αἰχμαλωτίδων. Gr. τῶ ἐσκυλευμένων γυναικῶν ἐν τῷ πλήθει. Gu. ἐν ταῖς στέγαις, ἤγουν ἐν τοῖς καλυβίοις φυλάττονται ἐν τῷ πλήθει τῶν κρούσων, σώζονται, φυλάττονται. Fl. 59.

1015. ποῦ δʼ αἵδ’: αἱ στέγαι δηλονότι. Gr. εἰσὶν αἱ στέγαι τῶν αἰχμαλωτίδων. Gu. αὗται γὰρ τῶν Ἀχαιῶν εἰσι σκηναί. ἢ στικτέον εἰς τὸ “ποῦ δέ·” ναύλοχοι καὶ τὰ ναύσταθμα. ποῦ δὲ, φησὶν, αὗται; αὗται γάρ εἰσι τῶν Ἀχαιῶν σκηναί. Fl. 25. περιφραστικῶς τὰ ναύσταθμα. [*](4. ἐν τῷ—] In Flor. 10. 25. 35. 8. ποῦ δὲ αὗται—ναύσταθμαι om. idem scholion legitur, in his tan- B. M., habent vera scholion sepa- tum ab edito discrepans: τὸ σιέ. ratim scriptum, τοῦ δʼ αἷδε : εἰς τὸ γαῖς ἀναφορητικόν ἐστι. 33.—ταῖσδε αἷδε στικτέον. τὸ δὲ λεῖπον ἰδίᾳ κατʼ ταῖς σκ. 10. 25.—ἐρωτᾷ, ποῦ (δὲ add. ἐρώτησιν ἐν ὑποστιγμῇ. 33.) αὖται αἱ στέγαι, αἷς (33. καὶ αἷς) 10. αἱ στέγαι αὖται M. αὗται αἱ λέγεις ἔχειν τὸν χρ.; 10. 25. 33. Me- στέγαι B.I. dia desunt. —πρὸς ὃ ἥδε ἐπάγει. 10. 11. ἃς] αἷς I. 25. In 33. τὸν χρυσόν· οὐ τὰς ναῶ 13. στέγας εἷπον] εἶπον στέγας B.I. (sic) στέγας εἶπεν. ἴδιαι γάρ.—ἴδιαι ib. ἴδιαι-στέγαι] ἰδία γὰρ καὶ χω- γὰρ γυν. αἰχμ. αἱ (om. 33.) στέγαι. ρὶς εἰσὶ δηλονότι αἱ στέγαι τῶν αἰχμα- 10. 25. 33. MATTH. λωτίδων γυναικῶν I. ib. σκύλων—πάντα] λαφύρων, ἐν 21. περιφραστικῶς—σκηναί] περί- ταῖσδε ταῖς σκηναῖς σώζεται τὰ χρή- φράσις. τὰ ναύσταθμά φησι. ποῦ δέ ματα I. εἰσιν. αὗται γὰρ τῶν ἀχαιῶν σκηναί 5. ταῖσδε καὶ] καὶ om. l. In M. Fl. 33. est τὸ ταῖς ἀναφορικόν ἐστι, omisso ib. κοῦ δέ εἰσι: φησίν] φησὶν οὖν, καὶ δεικτικόν. ποῦ δέ ἐστιν M. 7. στέγαις ἤτοι om. I.)

467
ποῦ δέ εἰσι: φησίν· αὗται γὰρ αἱ τῶν Ἀχαιῶν εἰσι σκηναί. B. M. Fl.33. οἱ λιμένες ἐξοχικοὶ, ἐν οἷς λοχῶνται καὶ ἴστανται αἱ νῆες αἱ ταῖς ναυσὶ ἱστάμεναι θύραι. Fl. 33. ναύλοχοι: ναύλοχος ἀπὸ τοῦ ναὺς καὶ τοῦ λοχῶ· πλησίον γὰρ ἦσαν τῶν νηῶν. Gu. αἱ φυλάσσουσαι τὰς νῆας. B. περιπτυχαί: καλύβαι. Gu. καταφυγαί. B. Gu.

1016. ἴδιαι γυναικῶν: οὐκ εἰσὶν ἐν ταῖς σκηναῖς τῶν Ἀχαιῶν τὰ χρήματα, ἀλλὰ εἰς τὰς σκηνὰς τῶν αἰχμαλωτίδων· ἰδίᾳ γὰρ καὶ χωρίς εἰσιν αἱ στέγαι τούτων τῶν γυναικῶν. Fl. 59. κεχωρισμέναι εἰσὶν, ἰδίως εἰσίν. Gu. τὸ ἴδιον στρέφεται πρὸς τὸ κοινὸν, τὸ δὲ οἰκεῖον πρὸς τὸ ἀλλότριον. Gr.

1017. τἄνδον δέ: τὰ ἔνδον δὲ πιστὰ καὶ ἀσφαλῆ, καὶ ἐρημία καὶ στέρησις ἀρσένω. I. ἔνδον ἐπὶ ἠρεμίας, οἷον ἔνδον κάθηται· ἔσω ἐπὶ κινήσεως, οἷον ἔσω ἔρχεται. εὕρηνται καὶ ἀνάπαλιν κείμενα. Gr. πιστά: πεπληροφορημένα. Gr. ἀσφαλῆ εἰσι, βέβαια. Gu. κἀρσένων ἐρημία: μόνωσις. B. τῶν ἀνδρῶν μοναξία. Fl. 59. λεῖψις ἀνδρῶν. Fl. 21. φοβούμενος ὁ Πολυμήστωρ λέγει, τὰ ἔσωθεν τῶν σκηνῶν πιστὰ, ἤγουν οὐκ εἰσί τινες Ἀχαιοί. ἢ οὐκ εἰσί τινες ἐχθροῖ ; ἐπιτρώσκετο γὰρ ὑπὸ τοῦ φόνου. ἢ λέγει, μή πως ἴδωσιν οἱ Ἕλλληνες τὰ χρήματα διδοῦσαν ταῦτα ἐμὲ, καὶ σκανδαλισθῶσι περὶ ἐμοῦ διότι βοηθῶ σοι καὶ ἔχω σε φίλαν. Fl. 59.

1018. —1022. οὐδεὶς τῶν Ἀχαιῶν ἔνδον, ἀλλὰ ἡμεῖς μόναι. ἀλλὰ βάδιζε εἰς τοὺς οἴκους. καὶ γὰρ οἱ Ἀργεῖοι ποθοῦσι λῦσαι τὸν πόδα, ἀντὶ τοῦ τὴν πορείαν, τῶν νηῶν ἐκ τῆς Τροίας εἰς τὸν οἶκον, ἵνα πράξας πάντα ὧν χρεία ἐστὶν εἰς πρᾶξιν ἐλθεῖν, δηλονότι σὲ, ἐπαναστρέψῃς σὺν τοῖς παισὶν, ὅπου κατᾴκισας τὸν ἐμὸν υἱόν. I.

1019. ἀλλʼ ἕρπ’ ἐς οἴκους: ἀλλʼ εἴσελθε ἐντὸς τῆς σκηνῆς· καὶ γὰρ οἱ Ἕλληνες ποθοῦσιν ἀπὸ τοῦ νῦν λῦσαι τὸν πόδα τῶν νηῶν. ἀπὸ μέρους τὸ πᾶν, ἤγουν τὰς νῆας. ποὺς δὲ νηὸς λέγει τὸ κάτωθεν τοῦ κατάρτου τριγώνιον. Fl. 59.

1020. λῦσαι: τὸ λῦσαι ἐπὶ τῶν νηῶν λέγεται κυρίως· ἡ δὲ λέξις χρησιμωτάτη. Fl. 59. πόδα: τὰ ἀπόγεια σχοινία. M. Fl. 10. Gu.

1021. πράξας: τὸ πράξας πρὸς μὲν τὴν ὑπόληψιν τοῦ Πολυμήστορος [*](1. αἱ τῶν] αἱ om. B. Fl. 33. 19. διδοῦσαν] διδοῦσα Fl. 59. 33. τὸ πράξας om. I.)

468
ἀντὶ τοῦ ποιήσας νοεῖται, πρὸς δὲ τὴν τῆς Ἑκάβης ἀντὶ τοῦ παθών. πράττω γὰρ τὸ ποιῶ καὶ τὸ πάσχω. Gu. I. ὡς πράξας: ἵνα ποιήσας ὧν σε χρεία ὑπάρχει, πορεύσῃ πάλιν σὺν τοῖς παισὶν ὅπου τὸν ἐμὸν υἱὸν κατῴκισας, ἤγουν εἰς τὸν Αιθην. Fl. 59.