Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

977. τί χρῆμʼ: διὰ τί. Gr. κατὰ ποίαν αἰτίαν. Gu. χρῆμ’ : πρᾶγμα. Gu. μὴ λάβῃς εἰς τὸ τί χρῆμα κατά, ὥς τινες, ἀλλ᾿  ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ πόδα, οὕτω· τί χρῆμα τὸν ἐμὸν πόδα ἐξεπέμψω καὶ ἐξέβαλες τῶν δόμων, ἤγουν ὁ ἐμὸς ποὺς ἐκπεμφθεὶς ἐνταυθοῖ παρὰ σοῦ τί χρῆμα ἐξεπέμφθη, ἀντὶ τοῦ, τίς ὁ νοῦς τῆς τούτου πρὸς σὲ μετακλήσεως; Gu. ἐπέμψω : μετεκαλέσω. Gr. ἐξέβαλες, ἐκίνησας. Gu. μετεπέμψω. M. διὰ τί χρῆμα μετεπέμψω με καὶ προσεκάλεσας. B. πόδα: ἀπὸ τοῦ μέρους τὸ ὅλον, συνεκδοχικῶς. Gr.

978. —980. ἴδιον ἐμαυτῆς: ἡμέτερον ἰδιάζον. M. ἴδιον δή τι ἐμαυτῆς βούλομαι εἰπεῖν πρὸς σὲ καὶ τοὺς σοὺς παῖδας. τοὺς δὲ ἀκολούθους κέλευσον χάριν ἐμοῦ μακρὰν γενέσθαι τῶνδε τῶν δόμῶν. I.

980. κέλευσον τῶνδʼ ἀποστῆναι δόμων: ἀκολουθούντων τῷ Πολυμήστορι τῶν αὐτοῦ ὑπηκόων ἐλθόντι πρὸς τὴν Ἑκάβην ἰδοῦσα αὕτη ὡς οὐ δυνηθείη τὸ κατʼ αὐτοῦ δρᾶμα τελέσαι, τούτων παρόντων, φησὶ πρὸς τὸν Πολυμήστορα, κέλευσον ἀπελθεῖν τοὺς σοὺς δούλους, ἵνα σοι λάθρα εἴπω ὃ βούλομαι. καὶ ὃς πεισθεὶς, ὑποχωρεῖτε, τοῖς αὐτοῦ δούλοις φησίν· οὐ γὰρ φοβοῦμαι μονωθεὶς ὑμῶν. τουτὶ γὰρ δηλοῖ τὸ “ἐν ἀσφαλεῖ γὰρ ἥδε ἡ ἐρημία.” Gu. I.

981.—985. χωρεῖτε: ἀποχωρεῖτε· ἐν ἀσφαλεῖ, ἀντὶ τοῦ ἐν οὐδενὶ φόβῳ ἐστὶν ἥδε ἡ ἐρημία. προσφιλὴς μὲν εἶ σὺ, προσφιλὲς δὲ ἐμοὶ καὶ τόδε τὸ στράτευμα τῶν Ἀχαιῶν. ἀλλὰ πρέπει δηλοῦν, ἤτοι λέγειν σὲ, τί τὸν εὐτυχοῦντα πρέπει βοηθεῖν τοῖς μὴ εὐτυχοῦσι φίλοις, ὅτι ἕτοιμός εἰμι ἐγώ. I.

[*](3. σοί σέ] σοὶ σὸν I. ib. κουφίζεται] καὶ συναλοίφεται ib. ὡς τὸ] Hom. Il. 10, 45. (sic) addit I. 4. ἐμὲ] ἐμέ τε I. 17. ἡμέτερον] ἐμέτερον (sic) M.)
462

ἐν ἀσφαλεῖ γάρ: ἐν οὐδενὶ φόβῳ. δειλοὶ γὰρ οἱ βάρβαροι περιφέροντες τοὺς ἀκολούθους ἑαυτοῖς διὰ τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος ἀδικηθέντος ὑπʼ αὐτῶν. προσφιλὲς δὲ εἶναι αὐτῷ ὁ Πολυμήστωρ ἔφη τὸ Ἑλληνικὸν στράτευμα διὰ τὸ μὴ συμμαχῆσαι αὐτὸν τοῖς Τρωσί. B. M. ἀντὶ τοῦ ἀσφαλὴς ἡ μόνωσις. Gr. ἡ στέρησις ἡμῶν, ἡ μόνωσις. Gu.

983. σημαίνειν: προστάσσειν. Gu. δηλοῦν τὸ σὸν βούλημα. Gu. Fl. 6. 17. 21. 56. 59. 76. χρή: πρέπει· ὁ παρὼν ἀντὶ ἐνεστῶτος. Fl. 59.

984. τί χρή: ἀλλὰ χρὴ καὶ πρέπει σημαίνειν σὲ τί. τὸ τί ἀπὸ τοῦ ἑτέρου στίχου, καὶ ἔκτοτε στίξον αὐτὸ εἰς τὸ τί. Fl. 59. εἰ μὲν στίξεις εἰς τὸ “σημαίνειν σε χρή,” τὸ λοιπὸν ὁ Πολυμήστωρ ὅλον ἐν ἐρωτήσει· καὶ ἕτοιμός εἰμι ἐγὼ βοηθῆσαί σοι. εἰ δὲ στίξεις εἰς τὸ τί, τὸ λοιπὸν ἡ Ἑκάβη ἀπολύτως, ὅτι ἕτοιμός εἰμι βοηθῆσαι σοι. Fl. 25. τί χρή: καὶ διὰ τί κέκλημαι ὧδε. Gr. τὸν εὗ πράσσοντα: ἐμὲ τὸν εὐτυχοῦντα σοὶ τῇ ἀτυχούσῃ προσήκει βοηθῆσαι. B. M. χρὴ γὰρ τὸν εὐπραγοῦντα, καὶ καλῶς ἔχοντα, ἐπαρκεῖν, καὶ βοηθεῖν τοῖς φίλοις τοῖς μὴ πράσσουσιν εὖ, τοῖς κακοπραγοῦσιν ἤτοι τοῖς κακῶς ἔχουσιν, ὡς καὶ καθὰ ἔτοιμός εἰμι ἐγὼ ποιεῖν τοῦτο εἰς σέ. οἱ Ἀττικοὶ τὸ εὐπραγῶ σύνθετον ὂν λέγουσιν οὕτω διαλελυμένως, εὖ πράσσω. ὁμοίως καὶ τὸ κακοπραγῶ καὶ τὸ ἀγαθὸν πράσσω, ἤγουν τὸ καλοπραγῶ, εἰς δὲ τὴν σύνταξιν πάλιν συντάσσεται συνῃρημένως. Fl. 59.

985. ὡς: ὅτι, λίαν. Gu.

986.—988. πρῶτον μὲν εἶπε: διὰ τὸν παῖδα τὸν Πολύδωρον, ὃν ἔχεις ἐν τοῖς δόμοις ἐκ τῆς ἐμῆς χειρὸς, λαβὼν δηλονότι, ἔκ τε τοῦ πατρὸς, εἰ ζῇ. τὰ δὲ ἄλλα ἐρωτήσω σε κατὰ δεύτερον λόγον. I. ὅσον δι᾿  ἐκεῖνον εὐτυχεῖς. B. M. ὅσον τὸ κατʼ ἐκεῖνον. Fl. 10.

988. ἐρήσομαι: ἐρωτήσω. M.

989. μάλιστα: ζῇ· κατὰ τὸ μέρος ἐκείνου, ἤγουν ὅσον διʼ ἐκεῖνον, εὐδαιμονεῖς. l.

[*](2. ἑαυτοῖς] αὐτοῖς M. ib. προσφιλὲς—στράτευμα om. M. 3. ὐπʼ] παῤ B. 11. στίξον] στἰζρν Fl. 59.)
463

990. ὦ φίλτατε: ὡς λίαν καλῶς καὶ ἀξίως σου λέγεις. διαχλευάζουσα αὐτὸν ταῦτά φησι. B.M.I.

991. τί δῆτα, τί οὖν θέλεις ἐκ δευτέρου μαθεῖν ἐξ ἐμοῦ; I.

992. εἰ τῆς τεκούσης: τοῦτο θέλω μαθεῖν, εἰ ὁ υἱός μου μέμνηται κατά τι ἐμοῦ τῆς τεκούσης ἐκεῖνον. I.

993. καὶ δεῦρό γʼ: ναὶ, μέμνηται δηλονότι, καὶ ὧδε κρυφίως ἐζήτει ἔλθει. I. ἐμφαντικὸς ὁ καί τοῦ μὴ μόνον μεμνῆσθαι, ἀλλὰ καὶ πλέον τι διατίθεσθαι πρὸς αὐτήν. Gr. κρύφιος : ἕνεκεν τῶν Δαναῶν. Fl. 21.

994. χρυσός: ὁ δὲ χρυσὸς ἀνελλιπὴς καὶ ἀκέραιός ἐστιν, ὃν ἦλθε φέρων ἐκ Τροίας I. σῶς: ἀπὸ τοῦ σῶος κατὰ συγκοπὴν γίνεται σῶς. τὸ δὲ σῶς Δωρικῶς σάος, καὶ τροπῇ τοῦ α εἰς ω μέγα καὶ ἐκβολῇ τοῦ ο σῶς. ἔτι δὲ καὶ σόοι διὰ τοῦ ο μικροῦ, ἀφʼ οὗ καὶ λαοσσόος Ἀθηνᾶ. τοῦτο δὲ γίνεται ἀπὸ τοῦ σείω σόος. Fl. 59.

995. σῶς: σῶος. Gr. σῶός ἐστιν, ἐν τοῖς ἐμοῖς φυλασσόμενος οἴκοις. I.

996. σῶσόν νυν αὐτόν: φύλαττε δὴ αὐτὸν, τὸν πλοῦτον, καὶ μὴ ἐπιθύμει τῶν πραγμάτων τοῦ πλησίον. I. τὸ νῦν οὐκ ἔστι χρονικὸν ἐνταῦθα, ἀλλὰ συμπερασματικὸν, ἀντὶ τοῦ δή λαμβανόμενον, ὥσπερ καὶ τὸ νυ παραπληρωματικόν. χρῶνται δὲ τῷ νυ μόνοι οἱ ποιηταὶ, τῷ δὲ νῦν καὶ ποιηταὶ καὶ λογοποιοί. Gu. I. ἴσθι δὲ ὅτι τὸ μὲν νῦν τὸ χρονικὸν ἀεὶ μακρόν ἐστι καὶ περισπᾶται· διὸ καὶ τὸ νυν ἐκ τούτου γινόμενον μακρόν ἐστι· τὸ δὲ νῦν ἀντὶ τοῦ δή ἀεὶ βραχὺ, καὶ ὀξύνεται μόνον κείμενον, συντεθὲν δὲ ἐγκλίνεται, ὡς κἀνταῦθα. διὸ καὶ τὸ τοίνυν ἐκ τούτου γινόμενον βραχύ ἐστι. 1. νῦν: ἀντὶ τοῦ δή. M. τὸ νῦν ἀντὶ τοῦ δή παραπληρωματικὸς σύνδεσμός ἐστι, καὶ οἱ ἄλλοι δή, ῥά, νύ. ὅταν οὖν ἔχῃ ἔμπροσθεν αὐτοῦ φωνῆεν, ἐφελκυστικόν ἐστι τοῦ ν, ὅταν δὲ σύμφωνον, ἐκλείπει, ὡς τὸ οὕτω οὕτως. μέχρι μέχρις, καὶ τὰ ἕτερα. Fl. 59. σῶσον: διατήρησον. Gr. σῶον καὶ ὑγιᾶ διαφύλαττε. Gu. τῶν πλησίον: τῶν τοῦ πλησίον. Gu. πραγμάτων φίλου. Gr. νόει δὲ τὸ τοῦ πλησίον ἀντὶ τοῦ χρυσοῦ αὐτοῦ, περὶ οὗ ἠρώτησε· πλησίον γὰρ αὐτοῦ ἦν, ἐπειδήπερ ἐν τοῖς οἴκοις αὐτοῦ κατείχετο. Gu.

[*](1. σου λέγεις om. B. 2. ταῦτα om. B. M. ib. διαχλευάζουσα] χλευάζουσα 1. 20. δὲ τῷ] δὲ τὸ Gu.)
464

997. ἥκιστʼ ὀναίμην: οὐδαμῶς ἐρῶ τοῦ πλούτου τοῦ πλησίον· ἀπολαύσαιμι τοῦ ἰδίου οὗ κέκτημαι, ὦ γύναι. B.I. ἤκιστα: οὐδαμῶς. Gr. ἐλάχιστα τοῦ πλησίον ἐρῶ. Gu. ἤγουν εἰς τὸν πλησίον ἐρῶ, μηδὲ τοῦ παρόντος μοι καὶ ὠφεληθείην, ἀλλὰ καὶ ἐκείνον ἀπολαύσαιμι. Fl. 33. οὗ κέκτημαι ἰδίου ἀπολαύσαιμι. M. ἢ στικτέον εἰς τὸ ἤκιστα, ἵνα λέγῃ οὐδαμῶς ἀπολαύσαιμι τοῦ παρόντος πλούτου μου, ὦ γύναι. οὐδαμῶς ἀπολαύσαιμι τοῦ παρόντος πλούτου, ὦ γύναι, ἤγουν τοῦ πλούτου τοῦ υἱοῦ σοῦ. Fl. 59. παρόντος: ἐμοὶ δηλονότι, ἤγουν ἰδίου. Fl. 10. 59.

998. οἶσθ’ οὖν: οἶδας οὖν ἃ εἰπεῖν σοὶ καὶ τοῖς σοῖς τέκνοις θέλω; — οὐκ οἴδα· τοῦτο δὲ δηλώσεις διὰ τοῦ σοῦ λόγου.— ἀγαπηθήτω ὁ παῖς μου ὑπὸ σοῦ, ὡς νῦν σὺ ἀγαπᾷ ὑπʼ ἐμοῦ. κατὰ μὲν τὸ φαινόμενον λέγει, ἀγαπάσθω ὁ Πολύδωρος ὑπὸ σοῦ οὕτως, καθὰ σὺ νῦν φιλῇ ὑπʼ ἐμοῦ· κατὰ δὲ τὸ νοούμενον, ὡς σὺ φιλῇ ἀρτίως παρʼ ἐμοῦ, οὕτως ἐφιλεῖτο καὶ ὁ Πολύδωρος παρὰ σοῦ I.

1001. τί χρῆμα: τί ἐστὶ τὸ πρᾶγμα, ὅπερ ἐστὶ πρέπον εἰδέναι καὶ ἐμὲ καὶ τὰ ἐμὰ τέκνα: θησαυροὶ παλαιοὶ χρυσοῦ κεκρυμμένοι τῶν Πριαμιδῶν· τοῦτό ἐστι τὸ πρᾶγμα, θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν. I.