Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους.

381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας.

393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο.

396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις.

397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον.

398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.”

401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.

407. μέλπεις θʼ ἅ : καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ.

408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται.

411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ [*](13. γράφεται (γράψον apud Amatium) 14. γεννηθεὶς Kampmaunus. γενναθ` καὶ ἦρξις—πρᾶξις] In marg. ... A. cod. Harl. est γρ. καὶ ἔρξις, ἵνʼ ᾖ 15. κατεσιωπήθη L. Dindorfius. ἡ ἔρξις, τουτέστιν ἡ πρᾶξις, unde corrigendum κατεσκοπήθη A. scholion est, nisi ἦρξις 16. Πάρις] ἄλλως. πάρις A. pro ἔρξις scriptum scholiastam induxit 17. Ὅμηρος] Il. 6, 358. ut ex ἡ ἔρξις contractum ib. ὀπίσσω—πελώμεθʼ] ὀπίσω—γενόμεσθ᾿ crederet. ἧξις ἀντὶ τοῦ ἄφιξις Εὐριπίδης νόμεσθʼ A. Τρῳάσιν annotavit Antiatticista 19. πόλεμον -ἀποθνήσκειν] πόλιν in Bekk. Anecd. p. 99, 4: μου ἔλθοι, οὐκ αἰσχ...... τοῦ ἀποθν... A. ἵξις per παρουσία, ἄφιξις, ἱκετεία ex. Correxit Kampmannus. plicat Hesychius.)

54
Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν.

418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι.

420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει.

424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος

  • κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
  • Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι;

    430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν.

    432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.”

    435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως.

    440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.”

    446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν.

    448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν [*](10. Ὅμηρος] Legitur hic versus 18. Ὁμηρικόν] Od. 5, 306. Il. 9, 173. τοῖσι δὲ—αὐτίκα κήρυκες 23. Σκύλλης] σκύλης A. μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. et ter 24. Ὅμηρος] Od. 12, 395. in Odyssea (1, 146. 3, 338. 21, 28. νεκρὸν] νεκρῶν A. 270.), τοῖσι δὲ κήρυκες μὲν ὕδωρ etc. ib. ῥέουσαι—καταφέρουσαι kampmannus. 11. ἔχευαν] ἔχευον A. ῥέουσα—καταφέρουσα A.)

    55
    εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.

    451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους.