Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ.

301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς.

303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων.

304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι.

308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε.

310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι.

315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ.

321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· [*](3. θυγατρὸς et ἐρωτῆσαι, pro quibus τὸν A. θογατρ... et ἐρωτ apud Amatium 7. βακτηρία] βάκτρα N. 9. πολέμια τίθησι Kampmannus. legitur, satis clare scripta πολέμια τίθειης A. sunt in A.N. Ante ἐρωτῆσαι aliquid 17. πρόσφορον] σύμφορον N. excidisse videtur. 5. ἐκληρώθην] κληρωθῶ N. 6. τριτοβάμονος—τὸ] τριβάμονος— ib. φονεύουσιν —λυπήσουσι] Immo φονεύσωσιν—λυπήσωσι.)

52
ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον.

323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.

325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα.

326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν.

330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου.

341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν.

343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ.

350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν.

351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε.

357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι.

361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει.

366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν [*](7. εὐὰν εὐοῖ] εὖ ἂν εὖ οἷ A. in lemmate dictum accepit. Recte judicarunt et in scholio. qui aliud quid scriptum ab Euripide 15. ἐσωφρονήκασʼ] ἐσωφρόνηκα A. pide fuisse censuerunt, velut σοφὴν. et mox. πεποίηκα—πεπαίδευκᾶ. ἐσωφρονήκασ᾿ ἔθηκαν. A. in textu, et sic ceteri 21. τιμωρῆσαι Kampmannus. τιμωρῆ... quoque libri, nisi quod ἐσωφρονήκασιν A. In A. τιμωρῆσαν esse est in ed. Ald. et ἔσω φρονίκασιν videtur, in N. τιμ, literis reliquis in cod. Flor. ex quo σεσωφρονίκασιν compendio expressis. feci: Stephanus. Scholiastae interpretatio 22. ἄλλατ᾿] Sic A. etiam in postulat οὐδὲ σʼ αἰ τύχα textu: quod pro ἀλλʼ ἄττʼ accepit, —σεσωφρονίκασιν, etsi hoc fortasse aut id ipsum legit, scholiasta. Veram non legit, sed σεσωφρονήκασʼ, a metri scripturam ἀλλʼ αὔτʼ restituit correctore positum, illo sens Musgravius.)

53
ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι.

372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ.