Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὡς δυστυχῆ Θήβαισι: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ Ἡλίου δυστυχῆ καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος [opp. 769 sq.] ἀποφαίνει τινὰς τῶν ἡμερῶν πονηράς: — MTAB

ἄλλως: οἱ κακοδαιμονοῦντες καὶ τὰς πρῴην εὐτυχίας ἀτυχίας νομίζουσι τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι: — MTAB

καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ Ἡρακλέους γένεσιν· νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάιος βίᾳ θεῶν. τὰ τοιαῦτα δὲ οὐ πρὸς τὸ ἀληθές, ἀλλ’ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος δὲ ὁ Εὐριπίδης πρὸς ⟨τὸ εἰς⟩ ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυστυχημάτων αἰτίαν ἀναφέρειν. καὶ ἐν Τρῳάσιν [919] ἡ Ἑλένη φησίν· πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα καὶ Ὀρέστης [585]· σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με. κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος [Ε 62]· ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐίσας ἀρχεκάκους· καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν

Ὀδυσσέα φησίν [ξ 68]· ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγεσθαι, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τοῦ ὑπογυίου, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο Πενθέα τε τὸν υἱὸν Ἀγαύη, Σεμέλην τε ἐκεραύνωσε Ζεὺς καὶ τῶν Ἰνοῦς υἱῶν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης δὲ μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν [οἱ Νιόβης παῖδες ἐτοξεύθησαν καὶ αὐτὴ λίθος ὁρᾶται δακρύων]: — MTAB