Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κοὐκ ἔρημα δώματα: τὰς ἀπὸ τοῦ χοροῦ ἑωρακώς φησι τεθαρρηκέναι. ἀσθενοῦς δὲ ψυχῆς τεκμήριον· τί γὰρ ἔμελλον αὐτῷ γυναῖκες συμβαλέσθαι πρὸς κίνδυνον: — MTB

τὰς τοῦ χοροῦ πρὸ τῶν βασιλείων οἴκων εἶδεν: — MiT

μεθῶ ξίφος: εἰς τὸν κουλεόν. ἢ ὑπὸ τὴν χλαῖναν, ὃ καὶ ἄμεινον, ἵνα κεκαλυμμένον τὸ ξίφος ἔχῃ καὶ πρὸς ἄμυναν ἕτοιμον: — MB

προσεγγίζετε: — Mg