Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βοήθεια: — Mg

βώμιοι γὰρ ἐσχάραι: ὥστε καταφυγεῖν ἐπ’ αὐτούς, εἰ δέοι. τοῦτο δὲ οὐ συνῳδὸν τῷ [267] ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ. θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι πρῴην μὲν φάσκοντα ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ’ ἐμαυτῷ τοῦ θράσους

παρέξομαι, νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν οἷς προσφυγὼν νομίζει σωθῆναι καθάπερ ἱκέτης γενόμενος: — MTAB

βώμιοι γὰρ ἐσχάραι: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ γῆς βόθρος ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν οἷς θύουσι τοῖς ἐπουρανίοις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν. ἢ κατὰ περίφρασιν οἱ βωμοί: — MTB

ἄλλως: διαφέρουσι βωμὸς καὶ ἐσχάρα. βωμὸς μὲν γάρ ἐστιν ὁ εἰς ὕψος ᾠκοδομημένος καὶ ἀνάβασιν ἔχων· ἐσχάρα δὲ ἡ ἐν τετραγώνῳ ἐπὶ γῆς βάσις βωμοῦ τάξιν ἔχουσα ἄνευ ἀναβάσεως. ἢ ἐσχάρα κυρίως τὸ πῦρ: — B