Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀκροθίνια Λοξίᾳ: κυρίως αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα, ὅ ἐστι τὸν σωρὸν τῆς ἅλωνος· καταχρηστικῶς δὲ οὕτως λέγονται καὶ αἱ ἀπαρχαὶ τῆς λείας: — MiTABi

Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος. κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας νάσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπὸ Ἀγήνορος καταγόμενοι συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐτεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν, αὐτὰς πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι: — MTAB

οἷον· πρὸς τὸ εἶναι δούλη τοῦ Ἀπόλλωνος: — Mg

ὑπὸ ταῖς ἐξοχαῖς: — MgAg