Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Τύριον οἶδμα: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγηνορίδαι πόλεμον ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον, τὰς γυναῖκας τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλλωνι. πρὸ δὲ πομπῆς εὐθὺς συνήχθη κατ’ αὐτῶν πόλεμος. διὰ δὲ τῶν Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει γοῦν ταῦτα ὁ χορὸς τῷ Πολυνείκει [280 sq.]: — MTA

ἄλλως: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ ὡς τὸ [0rest. 140] σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε’. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν [526] οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν, εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο: — MTAB

πόλις Φοινίκης: — Mg

τὸ κῦμα, τὸ πέλαγος: — Mg