Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Λερναίᾳ τε δώσειν Τριαίνᾳ: Τρίαινα τόπος Ἄργους ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγινόμενος τῇ Ἀμυμώνῃ † ἐξ ἧς καὶ πηγὴ ἀνεδόθη, ἐξ οὗ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἴπων οὗν Τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδωνίοις Ἀμυμωνίοις: — MTAB

ἄλλως: Ἀμυμώνῃ τῇ ἡρωίνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν, καὶ εὐθὺς κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν, ὅ⟨θεν⟩ καὶ γέγονε κρήνη αὐτόθι ὁμώνυμος τῇ Ἀμυμώνῃ· ἧν δὲ καὶ ἑτέρα κρήνη ἐν Λέρνῃ. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν: — MTAB

τῇ Ἀργολικῇ Τριαίνῃ: — Mg