Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λείπει τὸ ἐπαγγέλλεται: — MMgTA

ὁ νοῦς· οὗτός ἐστιν ὁ τὰς Θηβαίας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν ἀπὸ

καταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτων δούλας γενομένας: — MTA

ἄλλως: τὸ ἑξῆς οὕτως· ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην [Ζ 457]· καί κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείης — TAB