Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: — MgTAg

τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵν’ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν· ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρίσαι καὶ τὰ σημεῖα, ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: — Mi

Ὁμολωίσιν δὲ τάξιν εἶχε: αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παι

σὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος [frg. 2] δέ φησιν αὐτὰς οὕτως κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος· κατὰ δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων Ὁμολωίδος: — MTAB

λέοντος δέρος ἔχων: λέοντος δέρμα ἔχων. ὁ Τυδεὺς ἦν ἐγγεγραμμένος τῇ μὲν λαιᾷ τὸ δέρμα, τῇ δὲ δεξιᾷ τὸ πῦρ ἔχων: — TAB

Τιτὰν Προμηθεύς: τὸ ὡς προτακτέον τοῦ Τιτάν· ὡς ὁ Προμηθεὺς ὁ ἀπὸ τῶν Τιτάνων: — MTA