Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὰ μὲν σὺν ἄστρων: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τοῖς πρὸς δύσιν. θέλει γὰρ αὐτὸν οἷς μὲν διαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν: — MTAB

ἄλλως: ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης [frg. 22] φησὶν αὐτὸν ἐπὶ τοῦ ἰνίου ἔχειν ὀφθαλμὸν ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δ’ Ἐρευθαλίων, ἀφ’ οὗ Ἐρευθαλίη πόλις καλεῖται ἐν Ἄργει, καὶ Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρη ὀφθαλμὸν τίθη

σιν ἐν τῷ ἰνίῳ καὶ τὸν ὕπνον ἐξαιρεῖται καὶ ἐφιστᾷ φύλακα αὐτὸν τῇ Ἰοῖ. ἔπειθ’ Ἑρμῆς αὐτὸν κτείνει. Διονύσιος δὲ ἐν τῷ ᾱ τοῦ Κύκλου [frg. 1] βύρσαν αὐτὸν ἠμφιέσθαι φησὶ καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησί [frg. 5]·
καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί: — MTAB

τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα ⟨σὺν⟩ ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα: — Mi

ἐπιτολαῖσιν ὄμματα: ἐνταῦθα ἀνατολαῖς ἀκούειν δεῖ οὐ διαχωρίζοντας ὡς παρ’ Ἡσιόδῳ καὶ Ἀράτῳ. καὶ τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτως γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ, φησὶ, τοῦ Ἱππομέδοντος καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ λεπτότερον ὁρᾶν τὴν γραφήν: — MTA

ἐπιτολὴ δὲ καὶ ἀνατολὴ διαφέρει· ἀνατολὴ μέν ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα: — MT