Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔνεστι δ’ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ ἐλεεῖν. καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά

ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκατέρου τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμα τίμιόν ἐστι τῷ εἰδότι προσενεχθῆναι καθ’ ὃν δεῖ τρόπον αὐτῷ: — MTAB

ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν μεγάλως θυμοῦται καὶ πότε ἐλεεῖ: — MTAB

† ἄλλως: ἔνεστι τῷ πλήθει ἐλεεῖν, ἔνεστι καὶ μεγάλως θυμοῦσθαι. ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ ἐστι μόνον πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ ἐπιτηρεῖν κτῆμά ἐστι τοῦτο, τὸ ἐπιτηρεῖν τὸν καιρὸν, τιμιώτατον. [δ] ἔστι τὰ μέγιστα ἀπὸ τούτου κερδαίνειν. δηλονότι αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ: — TA

† ἄλλως: ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. ὤφειλε γὰρ οὕτως εἰπεῖν· ἔνι θυμὸς μέγας, ἔνεστι δὲ καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτατον καὶ λυσιτελές: — A

τῷ δήμῳ δηλονότι: — MiAg